1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

εὐπειθέστερον πρὸς εὐλάβειαν ῥᾳδίως ὁρμωμένου ἢ οὖσαν ἢ δοκοῦσαν, ὢ χρηστοῦ πάθους· ὃ βούλεται γάρ, τοῦθ' ἕκαστος οἴεται.

Τί χρῆν με ποιεῖν; εἴπατ', ὦ σοφώτατοι. τί δ' ἄν τις ὑμῶν ἄλλο τι πρᾶξαι δοκεῖ οὕτως ἔτι στενῆς τε τῆς ἐκκλησίας οὔσης τόθ', ὥστε καὶ καλάμης τι συλλέγειν; ἐξουσίαν γὰρ οὐ τοσαύτην ὁ στενός, ὅσην δίδωσι καιρὸς ὁ πλάτους γέμων. μέγιστον ἦν μοι καὶ πατῶν αὐλὴν κύων ἐμὴν σέβων τε Χριστὸν ἀνθ' Ἡρακλέους. τῷ δ' ἦν τι μεῖζον· τὴν ἐπ' αἰσχίστοις φυγήν πίστιν πεποίηθ' ὡς θεοῦ πάσχων χάριν. μαστιγίας ἦν, ἀλλ' ἐμοὶ νικηφόρος. εἰ τοῦτο δεινόν, οἶδα πολλὰ πολλάκις τοιαῦθ' ἁμαρτών. ἆρα συγγνώσεσθέ μοι, ἄνδρες δικασταί, τῆς καλῆς ἁμαρτίας; ἦν μὲν κάκιστος, ἀλλ' ἐτίμων ὡς καλόν. Ἦ φθέγξομαί τι καὶ νεανικώτερον; ἰδού, προτείνω τὴν ἄκαιρον καὶ λάλον γλῶσσαν· ὁ θέλων ἀνηλεῶς ἐκτεμνέτω. τί δ' οὐχὶ τέτμητ'; ἢ δοκεῖ σοι καὶ σφόδρα, ἣ μακρὰ σιγᾷ καὶ πλέον σιγήσεται, ἴσως δίκας τίνουσα τῆς ἀκαιρίας, ὡς ἂν μάθῃ μὴ πᾶσιν εἶναι δεξιά; κἀκεῖνο δ' οἷον· προστεθήτω γὰρ μόνον· ὄντως ἀσυλλόγιστον ἡ πονηρία. ὃν γὰρ τὸ χρηστὸν οὐκ ἐποίησ' ἥμερον, τί ἂν δράσειεν ἄλλο τῶν πάντων ποτέ; καὶ οὗ τοσοῦτός ἐστιν ἡ τιμὴ ψόγος, τούτου τί φήσεις τὸν τρόπον; ἦ κακὸν μέγα; ταῦτ' εἰ μέν ἐστι πιστά, μὴ ζήτει πλέον· εἰ δ' οὐκ ἀληθῆ, μηδὲ τὰ πρόσθεν δέχου. τούτων τί ἂν γένοιτο δυσμαχώτερον; οὕτω μὲν ἔνθεν ἠλάθη κακῶς κακός, εἰπεῖν δ' ἀληθὲς μᾶλλον ὡς καλῶς κακός. Ἐπεὶ δὲ φύλοις βαρβάρων κακὸν φέρων βασιλεὺς ἑῷος εἶχεν ὁρμητήριον τὴν Θεσσαλονίκην, τηνικαῦτα τί πλέκει κύων ὁ παγκάκιστος; ἄθρει μοι πάλιν· ἄρας τὸ συρφετῶδες Αἰγύπτου στῖφος- λέγω δὲ τοὺς κείραντας αὐτὸν ἀπρεπῶς- ὡς τὴν καθέδραν βασιλικῷ προστάγματι πήξων ἑαυτῷ τῷ στρατοπέδῳ προστρέχει. κἀκεῖθεν αὖθις ὡς κύων ἀπορριφείς ὀργῇ τε πολλῇ χὠρκίοις φρικώδεσιν- οὔπω γὰρ ἦν τὰ ὦτα διατεθεὶς κακῶς οὐδεὶς καθ' ἡμῶν, ἀλλ' ἔτ' εἶχον ὑγιῶς- εἰς τὴν Ἀλεξάνδρειαν αὖθις φθείρεται, ὀρθῶς γε ποιῶν τοῦτο καὶ μόνον σοφῶς. Πέτρῳ γάρ, ᾧ δίσχιστος ἡ γραφίς ποτ' ἦν πάντα γράφοντι ῥᾳδίως τἀναντία, μισθοφορικόν τι τῶν ἀνεστίων ἔχων ἐπιφύεται καὶ τὸν γέροντ' ἀποστενοῖ, ἢ τοῦτον αἰτῶν, ὅνπερ ἤλπισε, θρόνον ἢ τοῦ παρόντος μὴ μεθήσεσθαι λέγων, ἕως ὑπάρχου τὴν κινουμένην φλόγα, μὴ ταῖς παλαιαῖς προστεθῇ τι συμφοραῖς, ὡς εἰκὸς ἦν δείσαντος ἔξω πέμπεται. καὶ νῦν δοκεῖ μὲν ἠρεμεῖν, δέος δέ μοι, μή που τὸ δεινὸν καὶ χαλάζης ἔγκυον νέφος συνωσθὲν ἐκ βιαίου πνεύματος τοῖς οὐ δοκοῦσι τὴν χάλαζαν ἐκχέῃ. οὐ μή ποτ' ἤρεμον γὰρ ἡ μοχθηρία οὐδὲν φρονήσει, κἂν σχεθῇ παραυτίκα. Τοιαῦτα φιλοσοφοῦσιν οἱ νυνὶ κύνες- κύνες ὑλάκται, τοῦτο καὶ μόνον κύνες. τί ∆ιογένης τοιοῦτον ἢ Ἀντισθένης; τί δαὶ πρὸς ὑμᾶς ὁ Κράτης; διάπτυε τοὺς περιπάτους Πλάτωνος· οὐδὲν ἡ Στοά. ὦ Σώκρατες, τὰ πρῶτα μέχρι νῦν φέρεις. φθέγξωμ' ἐγώ τι πιστότερον τῆς Πυθίας; «ἀνδρῶν ἁπάντων Μάξιμος σοφώτατος.» Ἐγὼ δὲ τληπαθὴς μέν, εἰ καί τις βροτῶν, ἤμην τ' ἀπ' ἀρχῆς, εἰμί τε πλέον τὰ νῦν, πόνοις μὲν ἐκ γῆς, κινδύνοις δὲ ποντίοις, ἐξ ὧν ἐσώθην-καὶ χάρις πολλὴ φόβοις. οὗτοι δεδώκασίν με τοῖς ἄνω σαφῶς πάντων ὑπερκύψαντα τῶν πλανωμένων. ὅμως δὲ τὴν τότ' οὐ φέρων ἀτιμίαν καὶ τῆς ἀφορμῆς ἀσμένως δεδραγμένος, ὡς τὸν κάκιστον ᾐσθόμην κεκαρμένον, πάντων μὲν ἡμῖν τῶν φίλων ἐγκειμένων, οἳ καί με φρουρᾶς εἶχον εἴσω λαθρίου τηροῦντες ὁρμάς, ἐξόδους, ἀναστροφάς, πάντων δ' ὁρώντων τὴν πάλην τῶν δυσμενῶν, οἳ τὴν τομὴν ᾤοντο τοῦ λόγου λύσιν- ταῦτ' οὖν ὁρῶν τε καὶ φέρειν οὐ καρτερῶν ἀνδρός τι πάσχω (καὶ γὰρ οὐκ ἀρνήσομαι) ἁπλουστέρου τι μᾶλλον ἢ σοφωτέρου. πρύμναν γάρ, ὡς λέγουσι, κρούομ' αὐτίκα, οὐκ εὐμαθῶς μέν· οὐ γὰρ ἄν τις ᾔσθετο. Νῦν δ' ἐξιτήριός τις ἐρράγη λόγος, ὃν ἐξέπεμψα πατρικῶν σπλάγχνων πόνῳ. ὁ δ' ἦν· «φυλάσσεθ', ἣν δέδωκα, τριάδα, τέκνοις ποθεινοῖς εὐπορώτατος πατήρ, καὶ τῶν ἐμῶν μέμνησθε, φίλτατοι, πόνων.» λαὸς δ' ἐπειδὴ τοῦτον ἤκουσεν λόγον, τῶν δυσκαθέκτων ἐκβοήσαντός