1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

φόβου, καὶ κατεύθυνον εἰς τὸ ἀγαθόν σου θέλημα· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις.

Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα. Ὁ διάκονος λέγει. Μετὰ φόβου Θεοῦ πρόσχωμεν. Ὁ ἱερεὺς ὑψοῖ ∆εσποτικὸν καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα

ἅγιον. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει. Εὐλογητὸς Κύριος

εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ

τοῦ Θεοῦ. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ

τοῦ Θεοῦ. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν

ἀληθῶς. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Πιστεύω, πιστεύω, πιστεύω καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὕτη

ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς, ἣν ἔλαβες, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· καὶ ἐποίησας αὐτὴν μίαν σὺν τῇ θεότητι σου, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει· καὶ ἐμαρτύρησας ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ παρέδωκεν* αὐτὴν ὑπὲρ ἡμῶν πάντων ... έρων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου, ἐν τῷ θελήματί σου. 36.732 Ἀληθῶς πιστεύω, ὅτι θεότης σου οὐδ' οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητός σου, ἐν ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκας αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον, τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι. Πιστεύω ὅτι αὕτη ἔστιν ἀληθῶς. Ἀμήν.

Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ διάκονος λέγει. Ἐν εἰρήνῃ καὶ ἀγάπῃ. Ὁ ἱερεὺς ἐκφωνήσει. Ἀκατάληπτε

θεὲ, Λόγε ἀχώρητε, ἀΐδιε, δέχου παρ' ἡμῶν τῶν ἁμαρτωλῶν, ἐξ ἀναξίων χειλέων, ὕμνον, μετὰ τῶν ἄνω δυνάμεων· σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ λαὸς λέγει ψαλμὸν ρνʹ. Ὁ διάκονος λέγει. Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ' εὐλαβείας.

Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. Ὁ διάκονος λέγει. Ἐπὶ προσευχῆς στάθητε. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῆς ἀξίας μεταλήψεως. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην. Εὐχαριστοῦμέν σοι, Λόγε Θεοῦ ἀληθινὲ, ὁ

ἐκ τῆς οὐσίας τοῦ ἀνάρχου Πατρὸς, ὅτι οὕτως ἠγάπησας ἡμᾶς καὶ ἔδωκας σεαυτὸν ὑπὲρ ἡμῶν*, ἐσφαγιάσθης. Κεχάρισας ἡμῖν, διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου σου αἵματος, τὴν ἀπολύτρωσιν, ὡς κατηξίωσας ἡμᾶς νῦν, φιλάνθρωπε, ἵνα