1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

σωτηρίων καὶ τῶν δηλητηρίων ἐκ τέχνης ἔχων συμβου λεύων τῷ μειρακίῳ τὰ δέοντα μὴ δυνηθείη διὰ συμβουλῆς κωλῦσαι τὸν ἀτελῆ κατὰ τὴν ἡλικίαν τε καὶ τὴν φρόνησιν ἐπι θυμητικῶς πρός τινα φθοροποιὸν καρπὸν ἢ πόαν διατεθέντα, ἔχων δὲ παντοίαν τῶν ἀλεξιφαρμάκων παρασκευὴν ἐπιτρέ 9.55 ψειε τῷ παιδὶ μετασχεῖν τῶν βλαπτόντων, ἐφ' ᾧτε διὰ τῆς τῶν ἀλγεινῶν πείρας τὸ χρήσιμον τῆς πατρῴας συμβουλῆς μαθόντα καὶ ἐν ἐπιθυμίᾳ τῆς ὑγιείας γενόμενον πάλιν διὰ τῶν ἀλεξητηρίων ἐπαναγάγῃ πρὸς εὐεξίαν τὸν παῖδα ἧς διὰ τῆς ἀτόπου τῶν δηλητηρίων ἐπιθυμίας ἐξέπεσεν, οὕτως ὁ γλυκύς τε καὶ ἀγαθὸς τῆς φύσεως ἡμῶν πατὴρ ὁ εἰδὼς καὶ δι' ὧν σῳζόμεθα καὶ δι' ὧν ἀπολλύμεθα, ἐγνώρισε μὲν τῷ ἀνθρώπῳ τὸ δηλητήριον καὶ τὸ μὴ μετασχεῖν συνεβούλευσεν, κρατησάσης δὲ τῆς ἐπιθυμίας τοῦ χείρονος οὐκ ἠπόρησε τῶν ἀγαθῶν ἀντιφαρμάκων, δι' ὧν ἐπαναγάγῃ πάλιν πρὸς τὴν ἐξ ἀρχῆς εὐεξίαν τὸν ἄνθρωπον. τὴν γὰρ ὑλικὴν ταύτην ἡδονὴν πρὸ τῆς ψυχικῆς εὐφροσύνης τοῦ ἀνθρώπου προελο μένου συντρέχειν μέν πως ἔδοξεν αὐτῷ τῇ ὁρμῇ διὰ τοῦ δερματίνου χιτῶνος, ὃν διὰ τὴν πρὸς τὸ χεῖρον αὐτῷ ῥοπὴν περιέθηκεν, δι' οὗ τῆς ἀλόγου φύσεως [ἐπεμίχθη τῷ ἀνθρώπῳ] τὰ ἰδιώματα [ὧν τῶν ἀλόγων ζῴων] τῆς λογικῆς φύσεως ἔνδυμα κατεσκευάσθη τῇ σοφίᾳ τοῦ διὰ τῶν ἐναντίων οἰκονομοῦντος τὰ κρείττονα· πάντα γὰρ φέρων ἐν ἑαυτῷ τὰ ἰδιώματα ὁ δερμάτινος ἐκεῖνος χιτὼν ὅσα εἶχε περιέχων τὴν ἄλογον φύσιν, ἡδονήν τε καὶ θυμὸν καὶ γαστριμαργίαν καὶ ἀπληστίαν καὶ τὰ ὅμοια, ὁδὸν δίδωσι τῇ ἀνθρωπίνῃ προαιρέσει τῆς καθ' ἑκάτερον ῥοπῆς εἰς ἀρετήν τε καὶ κακίαν ὕλη γινόμενος. τούτοις γὰρ ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος τῇ αὐτεξουσίῳ κινήσει εἰ μὲν διακρίνοι τοῦ ἀλόγου τὸ ἴδιον καὶ πρὸς ἑαυτὸν βλέποι διὰ τῆς ἀστειοτέρας ζωῆς, καθάρσιον τῆς ἐμμιχθείσης κακίας τὸν παρόντα βίον 9.56 ποιήσεται, κρατῶν διὰ τοῦ λόγου τῆς ἀλογίας· εἰ δὲ πρὸς τὴν ἄλογον τῶν παθημάτων ῥοπὴν ἐπικλιθείη τῷ τῶν ἀλόγων δέρματι συνεργῷ χρησάμενος πρὸς τὰ πάθη, ἄλλως μετὰ ταῦτα βουλεύσεται πρὸς τὸ κρεῖττον μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον γνοὺς τῆς ἀρετῆς τὸ πρὸς τὴν κακίαν διάφορον ἐν τῷ μὴ δύνασθαι μετασχεῖν τῆς θειότητος μὴ τοῦ καθαρσίου πυρὸς τὸν ἐμμιχθέντα τῇ ψυχῇ ῥύπον ἀποκαθάραντος.

Ταῦτά ἐστιν ἃ τὴν τοῦ σώματος χρείαν ἀναγκαίαν ἡμῖν ἐποίησεν, δι' οὗ τό τε αὐτεξούσιον σῴζεται καὶ ἡ πρὸς τὸ ἀγαθὸν πάλιν ἐπάνοδος οὐ κωλύεται· ἀλλὰ τῇ περιοδικῇ ταύτῃ ἀκολουθίᾳ διὰ τοῦ ἑκουσίου γίνεται ἡμῖν ἡ πρὸς τὸ κρεῖττον ῥοπὴ τῶν μὲν ἐντεῦθεν ἤδη διὰ τῆς ἐν σαρκὶ ζωῆς τὸν πνευματικὸν ἐν ἀπαθείᾳ κατορθούντων βίον, οἵους γεγενῆσθαι τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας ἀκούομεν καὶ τοὺς σὺν αὐτοῖς τε καὶ μετ' ἐκείνους δι' ἀρετῆς τε καὶ φιλοσοφίας ἀναδραμόντας ἐπὶ τὸ τέλειον (μαθητὰς λέγω καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πάντας τοὺς τὴν ἐνάρετον ζωὴν πρὸ τοῦ ὑλικοῦ τετιμηκότας βίου, οἳ κἂν ἐλάττους ὦσι τῷ ἀριθμῷ τοῦ πλήθους τῶν πρὸς τὸ χεῖρον ἀπορρεόντων, οὐδὲν ἧττον τὸ δυνατὸν εἶναι διὰ σαρκὸς τὴν ἀρετὴν κατορθῶ σαι μαρτυροῦνται), τῶν δὲ λοιπῶν διὰ τῆς εἰς ὕστερον ἀγωγῆς ἐν τῷ καθαρσίῳ πυρὶ ἀποβαλλόντων τὴν πρὸς τὴν ὕλην προσπάθειαν καὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν 9.57 τῇ φύσει χάριν διὰ τῆς τῶν ἀγαθῶν ἐπιθυμίας ἑκουσίως ἐπανιόντων. οὐ γὰρ εἰς ἀεὶ παραμένει τῶν ἀλλοτρίων ἡ ἐπιθυμία τῇ φύσει, διότι πλήσμιον ἑκάστῳ καὶ προσκορές ἐστι τὸ μὴ ἴδιον οὗ μὴ κατ' ἀρχὰς ἔσχεν ἐν ἑαυτῇ τὴν κοινωνίαν ἡ φύσις, μόνον δὲ τὸ συγγενὲς καὶ ὁμόφυλον ποθεινὸν καὶ ἐράσμιον εἰς ἀεὶ διαμένει, ἕως ἂν ἐφ' ἑαυτῆς ἡ φύσις ἀπαράτρεπτος μένῃ. εἰ δέ τινα ἐκτροπὴν πάθοι διὰ μοχθηρᾶς προαιρέσεως, τότε αὐτῇ τῶν ἀλλοτρίων ἡ ἐπιθυμία ἐγγίνεται, ὧν ἡ ἀπόλαυσις ἡδύνει οὐχὶ τὴν φύσιν ἀλλὰ τὸ πάθος τῆς φύσεως, ἐκχωρήσαντος δὲ τοῦ πάθους καὶ ἡ τῶν παρὰ φύσιν ἐπιθυμία συνανεχώρησεν καὶ γίνεται πάλιν αὐτῇ τὸ οἰκεῖον ποθεινὸν καὶ κατάλληλον. τοῦτο δέ ἐστι τὸ καθαρόν τε καὶ ἄϋλον καὶ ἀσώματον, ὅπερ ἴδιον τῆς ὑπερκει μένης τῶν