1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

τε καὶ νυκτερινοῦ δρόμου τῇ παρεμπτώσει τοῦ σκότους μηδαμοῦ διαιρούμενον. 4.10 Ταῦτά σοι, ὦ φίλη κεφαλή, τῇ πενιχρᾷ ἡμῶν χειρὶ τοῦ λόγου δωροφοροῦμεν, καί σοι πᾶς ἔστω ὁ βίος ἑορτὴ καὶ ἡμέρα μεγάλη, τοῦ νυκτερινοῦ ζόφου καθαρεύων ὅτι μά λιστα. 5.τ ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ <αὐτοῦ πίστει, παρὰ τῶν> κατὰ Σεβάστειαν αἰτηθεῖσα

5.1 Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ' ἡμῶν δυσφημίας παρὰ τῶν μισούν των τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτεῖσθαι τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ' ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς ἐν Ἀγκύρᾳ ἐπ' ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν τῆς καθολικῆς 5.2 ἐκκλησίας παρεδεξάμεθα. ἵν' οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι' ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ <τὴν> Ἀνατολὴν ὀρθοδόξων <ἀδελφῶν> καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ 5.3 τοῖς γεγενημένοις συναινεσάντων, πάντα ἐπράξαμεν. ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ' ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογι σάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι. 5.4 Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ 5.5 πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτη ρίῳ βαπτίσματιοὐ γὰρ χωρὶς πνεύματος ἐν μόνῳ υἱῷ καὶ πατρὶ τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πνεύματι καὶ υἱῷ παρεθέντος τοῦ πατρὸς ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πι στεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν <ὁ> ἀρχηγὸς τῆς ζωῆς, καθά φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. 5.6 καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως παρα γινομένη,