11
Πλή ρου σου τὴν ὑπόσχεσιν, ἄνθρωπε, ἣν πάλαι προ ενενόησας. Τοιοῦτο τεράστιον πρὸς [τὰ] τῷ τέλει τοῦ βίου κατεργασάμενος, πολλαῖς τε παραινέσεσι τοὺς συν όντας πρὸς τὸν τῆς ἀρετῆς ζῆλον διαναστήσας, ὡς ὁ τελευταῖος αὐτοῦ λόγος δηλοῖ, εἰς τὸν ἀκύμαντον λι μένα τῆς αἰωνίου βασιλείας ἐξέπνευσε καὶ εὐαπόδε κτος. Ποῦ δὲ τὴν ἐκείνου ψυχὴν ἀλλαχοῦ εἰκάζειν χρὴ καταλῦσαι, ἢ δῆλον ἐν σκηναῖς οὐρανίοις, ὅπου τάξεις ἀγγέλων, ὅπου χοροὶ προφητῶν, ὅπου θρόνοι ἀπο στόλων, ὅπου χαρὰ τῶν μαρτύρων, ὅπου ὁσίων εὐ φροσύνη, ὅπου διδασκάλων λαμπρότης, ὅπου πρωτο τόκων πανήγυρις, καὶ ἦχος καθαρὸς τῶν ἐκεῖθεν ἑορταζόντων. Εἰς ἐκεῖνα τὰ ἀγαθὰ, ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, εἰς ἐκεῖνον τὸν ἱερὸν ἐφοίτησε χῶρον ἡ τοῦ μακαρίου καὶ ἀοιδίμου Πατρὸς ἡμῶν πολυμακάριστος καὶ ἁγία ψυχή. Ἡγοῦμαι δὲ τῇ πρὸς οὐρανὸν αὐτῆς ἀναβάσει ἡγεῖσθαι τὰς παρὰ τὸν βίον αὐτοῦ ἀρετὰς, καὶ δεικνύειν αὐτῇ ἑκάστην τὰ ἄῤῥητα ἐκεῖνα καὶ ἀθέατα κάλλη, καὶ προσελθοῦσαν τάχα τὴν μείζονα πασῶν τῶν ἀρετῶν ἀγάπην, οὕτως εἰ πεῖν· Ὅρα, φιλτάτη ψυχὴ, οἷόν σοι προεξένησα κάλ λος· καὶ σὺν τῷ λόγῳ καθυποδεῖξαι τὸ ἐντρύφημα. Καὶ τὴν ταπεινοφροσύνην ἐπιδραμοῦσαν φράσαι· Σκόπει, πεποθημένη Θεῷ ψυχὴ, οἷον κἀγώ σοι τόπον ἀναπαύσεως ἡτοίμασα. Καὶ κατὰ μέρος τὰς πάσας εἰπεῖν τε καὶ καθυποδεῖξαι, οἵας αὐτῇ τὰς ἀντιδόσεις πρότερον φιλοπονηθεῖσαι προεξένησαν ὕστερον. Ὢ πολυυμνήτου καὶ ζηλωτῆς ἀποδημίας! ὢ θανάτου δακρύων μὴ δεομένου! ὢ χωρισμοῦ, τὴν ποθουμέ νην προξενοῦντος συνάφειαν! ὢ μεταστάσεως οὐ παρεχούσης τῷ μεταστάντι μετάμελον! ὢ κη δείας οὐ κεκτημένης μετάμελον! Ἐξ ὧν γὰρ τοὺς ἐκείνου τρόπους θαυμάζομεν, ἐκ τούτων τὴν παρα μυθίαν λαμβάνομεν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀν θρώπων, ὁ θάνατος αἴτιος δακρύων τοῖς περιλειπο μένοις γνωρίζεται· ἐπὶ δὲ τῶν ἁγίων, εὐφροσύνης καὶ πανηγύρεως καθίσταται πρόξενος· ὅτι οὐ θάνα τος ὁ τοιοῦτος, ἀλλὰ μετάστασις μᾶλλον καὶ πρὸς τὰ κρείττω μετάβασις.
Ταῦτά σοι παρ' ἡμῶν, τῶν Πατέρων ἄριστε, καὶ τῆς οἰκουμένης διδάσκαλε, τολμηρὰ γλώσση, ὡς δῶρα παρ' ἀξίαν, προσάγεται τὰ ἐγκώμια· οὐχ ὡς χρῄζοντι (ποίαν γὰρ εὔκλειαν χαρίζεται λόγος, ὀπίσω τῆς ἀξίας 46.849 τοῦ ἐπαινουμένου βαδίζων), πρὸς ὄνησιν δὲ μᾶλλον τῶν ζώντων· ὅτι μεγίστη τοῖς πολλοῖς ἐπὶ τὰ βελτίω παράκλησίς τε καὶ προτροπὴ, ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὐφημία. Ἐκίνησε δὲ πρὸς τούτους ἡμᾶς τοὺς λό γους καὶ τολμητίας εἰργάσατο, πολλὰ μὲν καὶ ἄλλα. Ἐῶ γὰρ ἐγὼ τὰ πολυειδῆ προτερήματα, καὶ τὸ τοῦ βίου καὶ λόγου κόσμῳ παντὶ διαλάλητον· τούτων δὲ πλέον ἡ θαυμαστή σου ἐπιστασία, καὶ ἀπολύτρωσις ἡ εἰς τὸν σοὶ γεγενημένον ὁμώνυμον, τὸν καὶ πρὸς τούτους ἡμᾶς ἀποδύσασθαι τοὺς ἀγῶνας προτρεψά μενον, ὃς ὑπὸ βαρβάρων ἐκγόνων τοῦ Ἰσμαὴλ δορυ άλωτος ἀπαχθεὶς, καὶ τῆς ἐνεγκαμένης οὐ μικρὸν χρό νον χωρισθεὶς, πρὸς τὰ οἰκεῖα παλινοστῶν, καὶ τῆς ὁδοῦ τὴν λυσιτέλειαν ἀγνοῶν, τῆς σῆς ἔτυχε παραδόξου ἐπιστασίας, καὶ τὴν ὁδὸν ἐδιδάχθη τὴν πρὸς διάσωσιν μᾶλλον ἐπιτηδείαν, καὶ τοῦ σκοποῦ ὡς ἀλη-θῶς οὐ διήμαρτε. Ναὶ μὴν καὶ εἰς αὐτὸ καταντήσας τῶν κινδύνων τὸ ἄκρον, καὶ θάνατον ἐκδεχόμενος, ὑπὸ ἐπηρείας κατὰ τὴν ὁδὸν βαρβαρικῆς στενωθεὶς, ὡς μό-νον τῆς σῆς ἐπεμνήσθη προσηγορίας, ἐπειπών· Ἅγιε Ἐφραῒμ, βοήθει μοι. Καὶ τὴν πλάνην τῶν κινδύνων ἀβλαβῶς ὑπερέβη, καὶ τοῦ φόβου κατεφρόνησε, καὶ σωτηρίας ὑπὲρ νοῦν τετύχηκε, καὶ τῇ πατρίδι παρ' ἐλπίδα ὑπὸ τῆς σῆς προνοίας φρουρούμενος ἀπο- δέδοται. ∆ιὰ τοῦτο, εἰς τὰ προειρημένα προτεῖναι ἐκτατικώτερον ἐτολμήσαμεν, καὶ τῶν ἐπαίνων ἐφ-άψασθαι ἀκαθάρτοις ἐτολμήσαμεν χείλεσιν. Καὶ εἰ μὲν παρὰ πολὺ τοῦ δέοντος ἤλθομεν ἐν τοῖς λόγοις, αἴτιον σὲ γεγενῆσθαι τῆς ἐπιτυχίας στηλογραφήσο-μεν, καὶ σοὶ τὴν χάριν ὁμολογήσομεν. Εἰ δὲ παρὰ πολὺ τῆς ἀξίας οἱ ἔπαινοι, καὶ οὕτως πάλιν αἴτιον σὲ τῆς ἀποτυχίας καταιτιασόμεθα, κἂν τολμηρός πως ὁ λόγος. Σὺ γὰρ φεύγειν τοὺς ἐπαίνους βουλόμενος, καὶ ὡς ζῶν ἐν βίῳ, οὕτω