1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

παντὶ τόπῳ θυμίαμα προσφέρε ται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά.» «Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσε ται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς.» Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόμα τος; Καὶ ὁ ∆αβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος» Καὶ ὅτι μὲν τὸ εἰπεῖν τὸν ∆αβὶδ τὸ, «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ,» σημαίνει τὸ πρὸς τὰ Ἔθνη τὸ τῶν ὑπὸ νόμον ἄμικτον. Ἡσαΐας, «Πληρωθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλῦψαι θάλασσαν.» ∆αβὶδ, «Μνη σθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα. τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι νῦν ἄρα, πότερον ὁ Μωσαϊκὸς νόμος, οὗ παράβασίς ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ μηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προμηνύοντά τι τῶν μελλόντων, ἢ τὴν κιβωτὸν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ ∆εκάλογος, ἐν οἷς ἔδει τὰς τρεῖς ἑορτὰς πληροῦν, καὶ οὐκ ἀλλαχοῦ. Καὶ, «Ὅτι ἀρθήσεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τοῦτο δ' ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῆς κατὰ Θεὸν πολιτείας ἐπιδεικνύμενον. ∆αβὶδ, «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐξομολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἁμαρτίας ὁ ἄμωμος, ἀλλὰ τὰς τῶν ἐπ' αὐτῷ πιστευόντων· ὅτι τοῦ ∆αβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,» καὶ τὰ λοιπὰ, Ἡσαΐας σαφέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ μου Κύρῳ.» Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρῆσθαι ταῦτα. Γελοῖον δέ· ποῦ γὰρ ἁρμόζει Κύρῳ τὰ 46.229 λοιπὰ, «Ἐκράτησα τῆς δεξιᾶς σου· ἐπακούσουσιν ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ πύλας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς;»

Πῶς οὖν ἁρμόσει ταῦτα Κύρῳ, τῷ μικρὸν ὕστερον εἰς Μασαγέτας αἰσχρῶς ἀναιρεθέντι καὶ εἰς ἀσκὸν ἐκδαρέντι; καὶ μετὰ μικρὸν ἑρμηνεύει αὐτὰ ὁ αὐτὸς προφήτης, λέγων ἐκ προσώπου τοῦ Θεοῦ, «Ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλέσας σε ἐν δικαιοσύνῃ· ἐκράτησα τῆς χειρός σου, καὶ ἰσχύσω σε, καὶ δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας, «Καὶ εἶπέ μοι, Μέγα σοι τοῦτο, κληθῆναι παῖδά μου, καὶ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ στρέψαι· καὶ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.»

ΙΖʹ. Ὅτι πρὸ τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ἐλεύσεται Ἠλίας.

Μαλαχίας ὁ προφήτης λέγει, «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν

Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίας πατρῶν πρὸς υἱοὺς, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.»

ΙΗʹ. Ὅτι κληθησόμεθα Χριστιανοί.

Ἡσαΐας λέγει, «Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν

δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Καὶ πάλιν, «Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Ὠσηὲ, «Καὶ ἔσται ἐπ' ἐσχάτου τὸ ὄνομα αὐτοῦ ἐπιφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ