1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

11

αἰσχύνονται· ὥστε ὑπὲρ τούτων μᾶλλον δυσχεραινόντων, ἢ τῶν ἄλλων θαυμάζειν χρή. Καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐκείνων ἀφέμενος, τούτοις οἷς μάλιστα μέλει τῶν παίδων, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει δὲ οὐδαμῶς, διαλέξομαι προσηνῶς καὶ μετ' ἐπιεικείας πολλῆς, τοσοῦτον αὐτοὺς παραιτησάμενος μὴ δυσχεραίνειν, μηδὲ ἀγανακτεῖν, εἴ τις τὸ λυσιτελὲς τοῖς ἐκείνων παισὶ μᾶλλον αὐτῶν ἐκείνων εἰδέναι λέγοι. Οὐ γὰρ ἀρκεῖ τὸ σπεῖραι παῖδα πρὸς τὸ συμφέρον τὸν γεννηθέντα διδάξαι τὸν γεννησάμενον, ἀλλὰ πρὸς μὲν τὴν φιλοστοργίαν τοῦ τεχθέντος μεγάλα ἂν τοῦτο συμβάλοιτο, πρὸς δὲ τὸ μαθεῖν αὐτοῦ τὸ λυσιτελὲς ἀκριβῶς, οὔτε τὸ σπείρειν οὔτε τὸ φιλεῖν ἀρκέσειεν ἄν. Ἐπεὶ εἰ τοῦτο ἦν, οὐδένα ἀνθρώπων πατρὸς μᾶλλον τὸ χρήσιμον ἐχρῆν ὁρᾷν τῷ παιδὶ, ἐπειδὴ μήτε φιλεῖν μᾶλλον αὐτοῦ τῶν ἄλλων δύναιτό τις τοῦτον· νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι' ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ' ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ' ὅτι πολλάκις βουλῆς γινομένης, τὴν αὐτῶν ἀκυρώσαντες, τὴν ἑτέρων ἔστησαν ὑπὲρ τῶν οἰκείων βουλευόμενοι παίδων. Μὴ τοίνυν μηδὲ πρὸς ἡμᾶς δυσχερῶς ἐχέτωσαν, εἰ λέγοιμεν τὸ συμφέρον αὐτοῖς εἰδέναι μᾶλλον· ἀλλ' εἰ μὴ διὰ τῶν λόγων ἀποδείξαιμεν, τότε κατηγορεῖν, τότε διαβάλλειν ὡς ἀλαζόνας ὄντας καὶ λυμεῶνας καὶ τῆς φύσεως ἁπάσης ἐχθρούς.

βʹ. Πῶς οὖν τοῦτο ἔσται δῆλον καὶ πόθεν εἰσόμεθα τίς μὲν ὁ τὸ συμφέρον ὄντως ὁρῶν, τίς δὲ ὁ δοκῶν μὲν ὁρᾷν, ὁρῶν δὲ οὐδαμῶς; Ἂν τοὺς παρ' ἐμοῦ λόγους καθάπερ τινὰς ἀνταγωνιστὰς εἰς ἐξέτασιν κατιέναι καταναγκάσαντες καὶ συμπλακῆναι, περὶ τούτων ἀδεκάστοις κριταῖς ἐπιτρέψωμεν τὴν ἐξέτασιν. Ὁ μὲν οὖν τοῦ ἀγῶνος νόμος πρὸς τὸν Χριστιανὸν ἀποδύεσθαι κελεύει, καὶ πρὸς ἐκεῖνον ἀγωνίζεσθαι μόνον, καὶ πλεῖον οὐδὲν ἀπαιτεῖ παρ' ἡμῶν. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; ὁ μακάριος Παῦλός φησιν. Ἀλλ' ἐπειδὴ συμβαίνει πολλοὺς καὶ ἀπίστους εἶναι τῶν πρὸς τὸν οὐρανὸν ἑλκομένων παίδων πατέρας· καίτοι γε τοῦ νόμου τῶν ἀγώνων ἀφιέντος ἡμᾶς τῆς πρὸς τούτους μάχης, ἑκόντες αὐτοὶ καὶ μετὰ προθυμίας καὶ πρὸς τούτους ἀποδυσόμεθα πρώτους. Καὶ εἴθε 47.333 πρὸς τούτους μόνον ἦν ἡμῶν ὁ ἀγὼν, καίτοι γε δυσχερέστερός τέ ἐστι, καὶ πλείονας ἔχει λαβάς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι· καὶ συμβαίνει ταυτὸν, οἷον ἂν εἴ τις βασιλείας ἐρᾷν πείθῃ τὸν οὐκ ἐθέλοντα πεισθῆναι πρότερον, ὅτι τὸ πρᾶγμα ὑφέστηκεν. Ἀλλ' ὅμως καὶ οὕτως εἰς στενὸν ἡμῖν κατακεκλεισμένων τῶν λόγων, πρὸς τούτους ἠθέλησα ἂν μόνους τὸν ἀγῶνά μοι γενέσθαι τοῦτον. Ἐπὶ μὲν γὰρ τοῦ πιστοῦ πολλὰ μὲν ἡμῖν τὰ δικαιώματα, ἀλλ' ὅμως τὴν ἐκ τῆς τῶν δικαίων περιουσίας ἡδονὴν συσκιάζει τῆς αἰσχύνης ἡ ὑπερβολή. Αἰσχύνομαι γὰρ ὅταν καὶ πρὸς ἐκεῖνον ὑπὲρ τούτων ἀποτείνεσθαι ἀναγκάζωμαι, καὶ δέδοικα μὴ τοῦτό μοι μόνον ὁ Ἕλλην ἔγκλημα δίκαιον ἔχοι προβάλλεσθαι· ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ' ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος. Τοσοῦτον γὰρ ἀπέχω φοβηθῆναι τὸν πρὸς αὐτὸν ἀγῶνα, ὅτι καὶ χαλεπώτερον αὐτὸν πρότερον καταστήσας τῷ λόγῳ, οὕτως ἅψομαι τῶν παλαισμάτων. Κείσθω γὰρ μὴ μόνον Ἕλληνα εἶναι τοῦτον τὸν πατέρα, ἀλλὰ καὶ πλούσιον ὑπὲρ πάντας ἀνθρώπους καὶ ἀπόβλεπτον, καὶ ἐν δυναστείᾳ καθεστάναι μεγάλῃ, καὶ πολλοὺς μὲν ἀγροὺς ἐχέτω, πολλὰς δὲ οἰκίας, μυρία δὲ χρυσίου τάλαντα· ἔστω δὲ καὶ πατρίδος τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ μήτε ἐχέτω παῖδας ἑτέρους, μήτε ἕξειν ἐλπιζέτω τοῦ λοιποῦ, ἀλλ' ἐν τούτῳ σαλευέτω μόνον· ἔστω δὲ καὶ αὐτὸς οὗτος ἐν ἐλπίσι χρησταῖς, καὶ ταχέως ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀναβήσεσθαι