1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

11

τοσοῦτον ἀπονοίας ἀρθείς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἕν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖς; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Τίς εἶ; ἐννόησον σοῦ τὴν φύσιν πρότερον· οὐδὲν γάρ ἐστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν οὐδένειαν. Ἀλλ' ἐρεῖς ὅτι ἄνθρωπός εἰμι ἐλευθερίᾳ τετιμημένος. Ἀλλ' ἐτιμήθης οὐχ ἵνα εἰς ἀντιλογίαν τῇ ἐλευθερίᾳ, ἀλλ' ἵνα τῇ τιμῇ πρὸς ὑπακοὴν καταχρήσῃ τοῦ τετιμηκότος. Ἐτίμησέ σε ὁ Θεὸς οὐχ ἵνα αὐτὸν ὑβρίζῃς, ἀλλ' ἵνα δοξάζῃς· ὑβρίζει δὲ ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. Εἰ γὰρ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστι, τὸ πολυπραγμονεῖν καὶ διερευνᾶσθαι οὐχὶ τὰς ἀποφάσεις μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν ἀποφηνάμενον ἀτιμάζειν ἐστίν. Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου καὶ τῆς ἐν ἅπασι πίστεως· «Κατενόησε μὲν γάρ, φησί, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει.» Ἡ φύσις καὶ ἡ ἡλικία, φησίν, εἰς ἀπόγνωσιν ἐνέβαλλον, ἡ δὲ πίστις ἐλπίδας ὑπέτεινε χρηστάς. Ἀλλ' ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ὁρᾷς ὅτι ὁ πληροφορούμενος ὑπὲρ ὧν ἂν ὁ Θεὸς ἀποφαίνηται, δόξαν δίδωσι τῷ Θεῷ; Εἰ τοίνυν δόξαν δίδωσι τῷ Θεῷ ὁ πιστεύων αὐτῷ, ὁ ἀπιστῶν αὐτῷ τὴν ἀτιμίαν αὐτοῦ εἰς τὴν ἑαυτοῦ περιτρέπει κεφαλήν. «Σὺ τίς ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Εἶτα βουλόμενος δεῖξαι τὸ μέσον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ, ἔδειξεν οὐχ ὅσον ἔδει, πλὴν ἀπὸ τοῦ δοθέντος ὑποδείγματος δυνατὸν καὶ πολλῷ μείζονος διαφορᾶς ἔννοιαν λαβεῖν. Τί γάρ φησι; «Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Τί λέγεις; οὕτως ὀφείλω ὑποκεῖσθαι τῷ Θεῷ ὡς ὁ πηλὸς τῷ κεραμεῖ; Ναί, φησί· τοσοῦτον γὰρ τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ ὅσον πηλοῦ καὶ κεραμέως· μᾶλλον δὲ οὐδὲ τοσοῦτον τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον. Πηλοῦ μὲν γὰρ καὶ κεραμέως οὐσία μία, καθάπερ καὶ παρὰ τῷ Ἰὼβ εἴρηται· «Ἐῶ δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας, ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ.» Εἰ δὲ ἀμείνων φαίνεται καὶ εὐπρεπέστερος ἐκείνου ὁ ἄνθρωπος, τὴν διαφορὰν οὐχ ἡ ἐναλλαγὴ τῆς φύσεως, ἀλλ' ἡ σοφία τοῦ τεχνίτου πεποίηκε· ἐπεὶ πηλοῦ οὐδὲν διέστηκας. Εἰ δὲ ἀπιστεῖς, πειθέτωσάν σε αἱ σοροὶ καὶ αἱ λάρνακες· ἐπὶ γὰρ τοὺς τάφους ἀπελθὼν τῶν προγόνων εἴσῃ ὅτι ταῦτα οὕτως ἔχει. Πηλοῦ μὲν οὖν καὶ κεραμέως οὐδὲν τὸ μέσον· Θεοῦ δὲ καὶ ἀνθρώπων τῆς οὐσίας τοσοῦτον τὸ μέσον ὅσον οὐδὲ λόγος παραστῆσαι δύναται, οὐδὲ ἔννοια μετρῆσαι χωρεῖ. Ὥσπερ οὖν ὁ πηλὸς ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, ᾗπερ ἂν ἐκεῖνος ἕλκῃ καὶ περιάγῃ, οὕτω καὶ σὺ κατὰ τὸν πηλὸν ἄφωνος ἔσο, ὅταν ὁ Θεὸς οἰκονομεῖν τι βούληται. Οὐδὲ γὰρ ἀφαιρούμενος τὴν ἐξουσίαν ἡμῶν, μὴ γένοιτο, οὐδὲ τῷ αὐτεξουσίῳ λυμαινόμενος, ταῦτα εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἐκ πολλῆς τῆς περιουσίας τὴν αὐθάδειαν ἡμῶν ἐπιστομίζων. Εἰ δὲ δοκεῖ, καὶ τοῦτο ἴδωμεν. Τί ποτε ἄρα ἐβουλήθησαν ἐκεῖνοι μαθεῖν, καὶ οὕτω σφοδρῶς αὐτοὺς ἐπεστόμισεν; ἆρα οὐσίαν περιειργάζοντο; Οὐδαμῶς· οὐδεὶς γὰρ τοῦτο ἐτόλμησεν οὐδέποτε, ἀλλὰ τὸ πολλῷ ἔλαττον, οἰκονομίας ἐζήτουν τοῦ Θεοῦ· διὰ τί ὁ δεῖνα κολάζεται καὶ διὰ τί ὁ δεῖνα ἐλεεῖται· διὰ τί ὁ δεῖνα ἀπαλλάττεται τιμωρίας, ὁ δὲ ἐν δεινοῖς ἐστι· καὶ ὁ μὲν συγγνώμης ἔτυχεν, ὁ δὲ οὐκ ἔτυχε. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐζήτουν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν ἀνωτέρω τούτων· εἰπὼν γάρ· «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει