11
παραβαίνοντες, ἐπὶ τῶν λόγων ἀρνεῖσθε. Τὸ Πολυάνδριον τοῦτο ἦν, ὅπου τὰ σώματα τῶν παίδων ἐπὶ τοῦ Μανασσῆ κατωρύγη· τὰς γὰρ ὁδοὺς ἐνταῦθα τὰς πράξεις λέγει· ἕστηκε γὰρ ὁ τόπος βοῶν, οὐδὲ ἀρνῇ τὸν ἔλεγχον φανερὸν ὄντα. Μὴ γὰρ μακρὰν ἀπελθεῖν δεῖ; Καὶ ἵνα δείξῃ ὅτι οὐ τὴν γνώμην μετεβάλλοντο, ἐπάγει· Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην, τουτέστιν· Ἁμαρτάνουσα ἀρνῇ ὡς μηδὲν ποιήσασα. Ἴδε τὰς ὁδούς σου ἐν τῷ Πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. Τουτέστιν, Ὅρα τὸν τόπον ὅπου ἡμάρτανες. Πολυάνδριον δὲ ὁ Ἑβραῖος οὐκ ἔχει, ἀλλ' ἴδε τὸν τόπον τοῦ Γαΐ· λέγει δὲ ἐν ᾧ πρὸς τὰς θυγατέρας τῶν Μαδιανιτῶν ἐκτραπέντες εἰς εἰδωλολατρείαν ἐξώκειλαν. Σκόπησον τοίνυν, φησὶ, τὰς ἄνωθέν σου παρανομίας· ἴσως δὲ Πολυάνδριον ἡρμήνευσαν, ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι ἀναιρεθέντων. Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε. Καθάπερ πρὸς γυναῖκα μεθύουσαν, καὶ οὐκ εἰδυῖαν ἅπερ ἔπραξεν, οὕτω διαλέγεται. Πανταχοῦ σπουδάζει μαθεῖν αὐτῆς τὰ ἁμαρτήματα· ὄντως γὰρ μεγάλης σοφίας δεόμεθα, πρὸς τὸ μαθεῖν ἡμῶν τὰ ἁμαρτήματα, ὄντως μεγάλων ὀφθαλμῶν. Τί τοῦ ∆αυῒδ συνετώτερον; καὶ οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἁμαρτίαν, οὐκ ἠδυνήθη κατιδεῖν. Ἀλλ' ἐδεήθη προφήτου τοῦ δηλώσοντος αὐτήν. Οὐ γὰρ οὕτω πρὸς τὸ ἁμαρτεῖν σφοδρὸς ὁ διάβολος, ὡς πρὸς τὸ μὴ συνιδεῖν τὸ ἁμάρτημα, ἵνα ἐπιμένωμεν ἁμαρτάνοντες Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Οὐδὲ ὡς ἁμαρτάνουσα, οὐδὲ ὡς κλέπτουσα, ἀλλὰ μετὰ ἀδείας, μετὰ πολλῆς πλησμονῆς. Ὕδατα ἐρήμου, τί φησι; τὴν ἀσέβειαν, τὴν εἰδωλολατρείαν. 64.772 Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Κατὰ δὲ τοὺς λοιποὺς, Εἵλκυσαν ἄνεμον· πνεῦμα γὰρ ἐπισπασάμενοι τὸ ἀκάθαρτον, ἐματαιώθησαν. Ἤγουν, ἅπερ ἀκούειν ἠβούλετο. Λέγειν οἱ ψευδοπροφῆται προσεποιοῦντο, ἢ ὅτι μαινομένης δίκην, ἐξ ἄλλης εἰς ἄλλην ἐπιθυμίαν μετέβαινεν. Ὕδατα ἀεὶ τὴν διδασκαλίαν καλεῖ τὴν ἑαυτοῦ πανταχοῦ, ἐκεῖνα δὲ τὰ ὕδατα τὴν διδασκαλίαν τῶν εἰδώλων, ἔνθα ἐκενοφωνεῖτο. Ὅρα οὐδαμοῦ ἐξ ἀνάγκης, πανταχοῦ ἐξ ὕβρεως ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς, ὅταν καὶ μετὰ ἐπιθυμίας τὰ κακὰ πράττῃ. Τίς ἐπιστρέψει αὐτήν, Ὁρᾷς καὶ τοῦτο πάλιν ἑτέρως λεγόμενον, καὶ ἑτέρως γινόμενον. Οὐκ ἀπεστράφη οὖν, καὶ μὴν καὶ σὺ ἐπέστρεψας αὐτὴν, καὶ οὐδὲ παρεδέδοτο. Ἀλλὰ τὸ μὴ συμβεβηκὸς εἶπεν, ἵνα οὕτω γοῦν ἐπιστραφῇ. Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτόν. Τουτέστι, κατειργασμένην, δεδεμένην, παραδεδομένην. Ὀψὲ φωνὴν αὐτῆς ὠλόλυξεν. *Κατὰ τὸν Ἑβραῖον οὕτως ἔχει· Ὡς πρωτότοκον μοσχάριον σκιρτᾷ. -Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Ἵνα εἴπῃ· Τὰς πράξεις αὐτῆς ἐξέχεεν ὡς ὕδατα ἐπὶ τὰς ἐρήμους εἰδώλοις λατρεύουσα καὶ καταφρονοῦσα τοῦ ναοῦ. Κατὰ τὸν Ἑβραῖον οὕτω κεῖται· Ὡς δάμαλις δεδιδαγμένη ἐν πανερήμῳ ἅλλεσθαι. Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς. Ἀκολούθως ὁ Ἑβραῖος ἔχει· Καὶ ἐν τῷ θελήματι τῆς ψυχῆς αὑτοῦ βαδίζειν πρὸς ἕκαστον κλίμα. Τίς ἐπιστρέψει αὐτόν; Ἀκολούθως κατὰ τὴν τῶν Ἑβραίων κεῖται, τουτέστιν, Ἐμοῦ ἀποφηναμένου κατ' αὐτῆς αἰχμαλωσίαν, τίς δύναται αὐτῇ βοηθῆσαι; Πάντες αὐτήν. Ὁ Ἑβραῖος· Ἐν τῷἀροτριᾷν εὑρήσουσιν αὐτήν· τουτέστιν, ἐν τῇ διαφθορᾷ αὐτῆς. Οὕτω μὲν οὖν κεῖται κατὰ τὴν τῶν Ἑβραίων ἔννοιαν· ὁ δὲ Ἑλληνικὸς τοιαύτην τινὰ ἔχει τῶν ῥημάτων διάνοιαν· Εὐάλωτος ἔσται, τῆς παρ' ἐμοῦ προνοίας οὐκ ἀξιουμένη. Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας· Πῶς πάλιν παραινεῖς; πῶς πάλιν συμβουλεύεις, εἰ κεκηλίδωται; Ὁδοὺς τραχείας τὰ εἴδωλα λέγει, καὶ δίψος δεικνὺς, ὅτι οὔτε ἡδονὴν τὸ πρᾶγμα ἔχει. Ποία γὰρ ἡδονὴ τὸ θύειν υἱοὺς καὶ θυγατέρας; Τί δὲ τούτων τραχύτερον τῶν ἐπιταγμάτων; ποία δὲ ἡδονὴ τὸ πορνεύεσθαι τὰς γυναῖκας αὐτῶν, καὶ μοιχᾶσθαι; Ποία δὲ ἡδονὴ τὰ μέλλοντα προακούειν, εἰκῆ, καὶ μάτην οὐδὲν ὠφελουμένους ἀπὸ τῆς προῤῥήσεως; Ποία δὲ ἡδονὴ τὸ κατατέμνεσθαι, καὶ αἱμάττειν τὰς χεῖρας; Ἢ ποία ἡδονὴ τὸ συγγίνεσθαι