1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

11

ἀγαθά σου, ὁμοίως καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο ἐκεῖνος μὲν ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Τὸ δὲ, Ἤλπισα ἐπὶ τοὺς λόγους σου, τί ἐστι; Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Τίμιον ἡ ἀλήθεια, ὥστε καὶ αὐτὸς ὁ Χριστὸς ἔφη· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἕτερος προφήτης διδάσκει· Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε. Τὸ δὲ ἐναντίον τῆς ἀληθείας τὸ ψεῦδος, ὃ καὶ ἐκ τοῦ πονηροῦ ἐστιν. Αὐτὸς γὰρ πρῶτος ψευσάμενος ἐψιθύρισε τῇ Εὔᾳ. Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προ θυμίᾳ πολλῇ. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐντεῦ θεν μὲν ἐν τῇ ζωῇ ταύτῃ φυλάξω τὸν νόμον σου καὶ τὰς ἐντολάς σου διατηρήσω· ἀπόκειται δέ μοι τὰ ἀγαθὰ τοῦτο ποιοῦντι· οὕτω γὰρ καὶ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. ∆ιὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ δίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ Ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ἐπορευόμην ἐν πλα τυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Μετὰ πολλῆς, φησὶν, εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυνα στείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιού μην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός· 55.685 καὶ τούτου μάρτυς ὁ μέγας ∆αυΐδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥη σίας· μετὰ δὲ τὴν ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδι δράσκων υἱὸν, κύπτων εἰς γῆν καὶ τὴν κεφαλὴν καλύπ των ἐβάδιζε. Πλατυσμὸν δὲ ἐνταῦθα τὴν εὐχέρειαν καὶ τὴν εὐκολίαν λέγει, ἣν οἱ ἀγαθῶς βιοῦντες πορεύονται, καὶ οὐκ ἐκκλίνουσι δεξιᾷ οὔτε ἀριστερᾷ, εἰ μὴ πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ ἔχουσι τὸν νοῦν αὐτῶν. Πρὸς γὰρ τοὺς σκο λιοὺς σκολιὰς ὁδοὺς ἐπαποστέλλει Κύριος. Καὶ ἐπειδὴ ἐν πλατυσμῷ τῶν ἐντολῶν σου ἐπορευόμην, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Τοιοῦτος ἦν Ἠλίας ὁ πάνυ, τῇ δικαιοσύνῃ θαῤῥῶν, ἐλέγχων τὴν παρανομίαν τοῦ Ἀχαάβ. Τοιοῦτος ἦν ὁ θεσπέσιος ∆ανιὴλ, λέγων τῷ Ναβουχοδονόσορ· Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Τοιοῦτος ἦν Ἰωάν νης, ἐλέγχων τὴν μοιχείαν τοῦ Ἡρώδου, λέγων αὐτῷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Οὕτως ὁ θεῖος Παῦλος πρὸς τὸν Ἀγρίπ παν καὶ τὸν Φῆστον καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν βασι λέων. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγά πησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐν τολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ, Ὁ ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ∆ιά τοι τοῦτο καὶ ὁ θεῖος προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προστέθεικεν. Εἰρηκὼς γὰρ, Ἐμελέτων ἐν ταῖς ἐντο λαῖς σου, ἃς ἠγάπησα σφόδρα, καὶ τὸν θερμὸν ἐπι δείξας πόθον, ἐπήγαγε· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδι δασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Ἡ γὰρ μελέτη τῶν θείων λόγων καὶ ἡ ἀκρόασις τῆς ἀναγνώσεως πρὸς ἔργα ἀγαθὰ καταντᾷ. Τοῦτο γάρ ἐστι τὸ, Ἦρα τὰς χεῖ ράς μου πρὸς τὰς ἐντολάς σου. Αἱ χεῖρες γὰρ πρά ξεών εἰσι δηλωτικαί· ἔφη γὰρ ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου