1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

ἐπειδὴ οὖν μείζων ἦν Πέτρου, διὰ τοῦτο θαυμάζει, ὅτι καὶ αὐτὸς συναπήχθη· ἀλλ' ἐπειδὴ μετ' αὐτοῦ κηρύττων ἀεὶ, καὶ οὐδὲν κοινὸν πρὸς Ἰουδαίους ἔχων, ἀλλ' ἐν τοῖς ἔθνεσι διδάσκων, καὶ αὐτὸς συναπήχθη. Ὅτι δὲ Πέ τρος ἐστὶ, περὶ οὗ ταῦτα πάντα φησὶ, δῆλον καὶ ἐκ τῶν ἀνωτέρω, καὶ ἐκ τῶν μετὰ ταῦτα. Τὸ γὰρ εἰ πεῖν, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦντος ἦν, ἀλλ' ἢ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα· οὐκ ἂν δὲ περὶ ἑτέρου λέγων, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντ έστην, ὡς μέγα τι τοῦτο ἂν ἔθηκε. Πάλιν, εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἂν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυ σεν, ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους· οὔτε γὰρ παρῄνεσέ τι, οὔτε συνεβούλευσεν, ἀλλὰ μό νον ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν· καὶ ἴσχυσεν ἡ ὑποστολὴ καὶ ὁ ἀφορισμὸς πάντας ἐπισπάσασθαι τοὺς μαθητὰς διὰ τὸ τοῦ προσώπου ἀξίωμα. ιςʹ. Ὅτι μὲν οὖν Πέτρος ἦν, ἐκ τούτων δῆλον· εἰ δὲ βούλεσθε, καὶ τὴν ἑτέραν λύσιν ἐροῦμεν. Τίς οὖν ἐστιν ἡ ἑτέρα; Καλῶς ἐνεκάλεσε Παῦλος, φησὶ, τῷ Πέτρῳ, ὅτι πέρα τοῦ μέτρου τῇ συγκαταβάσει ἐχρή σατο. Καὶ γὰρ ὃν τρόπον αὐτὸς ἐν Ἱεροσολύμοις γε νόμενος συγκατέβη τοῖς Ἰουδαίοις, οὕτω κἀκεῖνον ἐχρῆν, φησὶν, εἰς Ἀντιόχειαν ἐλθόντα, μὴ πρὸς Ἰουδαίους ἰδεῖν, ἀλλὰ πρὸς τοὺς ἐξ ἐθνῶν. Ὥσπερ γὰρ ἡνίκα πάντες Ἰουδαῖοι ἦσαν, καὶ Παῦλος ἠναγ κάσθη ἰουδαΐζειν· οὕτως ἔνθα πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, καὶ ἡ πόλις οὐδεμίαν ἀνάγκην παρεῖχε συγκα ταβάσεως, οὐκ ἐχρῆν διὰ τοὺς ὀλίγους Ἰουδαίους σκανδαλίσαι τοὺς τοσούτους Ἕλληνας. Ἀλλὰ τοῦτο οὐκ ἔστι λύσις, ἀλλ' ἐπίτασις τοῦ ζητήματος. Ὃ γὰρ ἀρχόμενος εἶπον τοῦ λόγου, οὐ τοῦτό ἐστι τὸ σπουδαζόμενον ἡμῖν, δεῖξαι ὅτι καλῶς ἐνεκάλεσε Παῦλος· ἐπεὶ οὕτω μενεῖ τὸ ζήτημα. Φανήσεται γὰρ ὑπεύθυνος ὢν ταῖς μέμψεσιν ὁ Πέτρος· τὸ δὲ ζητού μενον, καὶ τοῦτον κἀκεῖνον ἀπαλλάξαι τῶν ἐγκλημά των. Πῶς οὖν ἔσται τοῦτο; Ἂν τὴν γνώμην, μεθ' ἧς ὁ μὲν ἐπετίμησεν, ὁ δὲ ἐπετιμήθη, μάθωμεν, καὶ τὴν διάνοιαν αὐτὴν ἀναπτύξωμεν. Τίς οὖν ἐστιν ἡ διάνοια; Σφόδρα ὁ Πέτρος ἐπεθύμει καὶ τοὺς ἐξ Ἱε ροσολύμων κατελθόντας, τοὺς ἀπὸ Ἰακώβου, ἀπαλ λάξαι τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Ἀλλ' εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, καὶ πα ρελθὼν εἶπε, Παύσασθε τοῖς Ἰουδαϊκοῖς ἔθεσι χρώ μενοι, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις ἅπασι κατὰ τὸν ἔμπροσθεν χρό 51.385 νον, ἐσκανδάλισεν ἂν τοὺς μαθητάς. Πάλιν, εἰ Παῦ λος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ' ἂν προσέσχον, οὐδ' ἂν ἠνέσχοντο τῆς ἀκροάσεως. Οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμε νοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον, εἰ καὶ συμβουλεύοντος ταῦτα ἥκουσαν, ἀπεπήδησαν ἄν. Τί οὖν γίνεται; Ἰουδαίοις μὲν οὐδεὶς αὐτῶν ἐπετίμα τοῖς ἐξ Ἰακώβου, δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέ τρος παρὰ τοῦ Παύλου, ἵνα ἐγκαλούμενος ὑπὸ τοῦ συναποστόλου, δικαίαν ἔχοι λοιπὸν τὴν παῤῥησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. Τοῦτο δὲ καὶ ἐπὶ συναλλαγμάτων γίνεται βιωτικῶν. Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ' αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρα τιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενο μένων, μηκέτι παρ' ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ' ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι· καὶ γίνεται ἡ ἑτέρων ὕβρις αὐτοῖς ἀπο λογία πρὸς τοὺς ὑπευθύνους τοὺς ἑαυτῶν.