11
πολλῶν θανάτων, ὧν ἐκεῖνος ἐπήγαγεν, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ πολλάκις αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα ἔμελλεν ἐπαγαγεῖν θάνατον· μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δεδοικότα τὸ μέλλον οὕτως ἐπὶ τὴν ἄμυναν ἔρχεσθαι, καὶ τοῦτο μετὰ τῶν εἰρημένων ὁλόκληρον αὐτῷ τὸν τῆς ἀνεξικακίας διεγείρει στέφανον. Ὁ μὲν γὰρ ὑπὲρ τῶν γεγενημένων εἰς αὐτὸν ὀργιζόμενος καὶ τιμωρίαν ἀπαιτῶν, οὐκ ἂν δύναιτο τῶν τῆς ἀνεξικακίας ἐπιτυχεῖν ἐγκωμίων· τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων. ζʹ. Ἀλλ' ὅμως ὁ ∆αυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν τινα καὶ παράδοξον εὗρε φιλοσοφίας τρόπον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον· ἀλλ' ὥσπερ εὐεργέτου τινὸς, καὶ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, 51.185 οὕτω τοῦ ἐχθροῦ καὶ λελυπηκότος ἐφείσατο. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν, ὅτι οὐ μόνον οὐκ ἔσφαξε, τοσαύτης οὔσης ἀνάγκης, ἀλλ' οὐδὲ ῥῆμα βλάσφημον εἰς αὐτὸν ἐξήνεγκε, καὶ ταῦτα μὴ μέλλοντος αὐτοῦ ἀκούσασθαι τοῦ ὑβριζομένου. Καίτοι γε ἡμεῖς καὶ φίλους λέγομεν πολλάκις κακῶς ἀπόντας, ἐκεῖνος δὲ οὐδὲ τὸν ἐχθρὸν καὶ τοσαῦτα ἠδικηκότα. Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν· τὴν δὲ φιλανθρωπίαν, καὶ τὴν ἄλλην κηδεμονίαν, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τὸ γὰρ κράσπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην αὐτὸν ὑπώπτευεν ὡς ἐχθρὸν, καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ' ἑκάστην ταλαιπωρούμενος ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον. Τί γένοιτ' ἂν ἡμερώτερον τῆς ἐκείνου ψυχῆς; Ὄντως δικαίως ἔλεγε, Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μήτε λέγωμεν, μήτε ποιῶμεν κακῶς τοὺς ἐχθροὺς, ἀλλὰ καὶ εὐεργετῶμεν κατὰ δύναμιν· ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον, ἢ ἐκείνους. Ἂν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἐχθροῖς ὑμῶν, ἀφεθήσεται ὑμῖν. Ἄφες δουλικὰ ἁμαρτήματα, ἵνα λάβῃς συγχώρησιν δεσποτικὴν ἁμαρτημάτων· εἰ δὲ μεγάλα ἠδίκησεν, ὅσῳπερ ἂν μείζονα ἀφῇς, τοσούτῳ μείζονα λήψῃ τὴν συγχώρησιν. ∆ιὰ γὰρ τοῦτο ἐδιδάχθημεν λέγειν, Ἄφες ἡμῖν, καθὼς ἀφίεμεν, ἵνα μάθωμεν, ὅτι τὸ μέτρον τῆς ἀφέσεως παρ' ἡμῶν πρῶτον λαμβάνει τὴν ἀρχήν. Ὥστε, ὅσῳπερ ἂν χαλεπώτερα ὁ ἐχθρὸς ἐργάσηται κακὰ, τοσούτῳ μειζόνως εὐεργετεῖ. Σπεύδωμεν τοίνυν καὶ ἐπειγώμεθα καταλλάττεσθαι πρὸς τοὺς λελυπηκότας, ἄν τε δικαίως, ἄν τε ἀδίκως ὀργίζωνται. Ἂν μὲν γὰρ ἐνταῦθα καταλλαγῇς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως· ἐὰν δὲ, μεταξὺ μενούσης τῆς ἔχθρας, θάνατος