1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

ζήλωσον· οὐ γὰρ τὸ δοῦναι χρήματα μόνον, ἀλλὰ καὶ τὸ διακονῆσαι τοῖς δεομένοις πολὺν ἔχει τὸν μισθόν. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπέστησαν τῇ τοιαύτῃ διακονίᾳ. Καίτοι γε οὐδὲν οἴκοθεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ' ἑτέρων διδόμενα ᾠκονόμουν καλῶς· ἀλλ' ὅμως μέγαν ἀπηνέγκαντο τὸν μισθὸν, ὅτι τὰ παρ' ἑτέρων διδόμενα καλῶς καὶ μετὰ ἀκριβείας ᾠκονόμουν ἁπάσης. ιεʹ. Γενοῦ τοίνυν καὶ σὺ τῶν σαυτοῦ καλὸς οἰκονόμος, ἵνα διπλοῦν λάβῃς τὸν καρπὸν, καὶ τοῦ δοῦναι, καὶ τοῦ καλῶς οἰκονομῆσαι. Μὴ ἐπαισχυνθῇς διὰ τῆς σαυτοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; Καὶ πῶς τοῦτο οὐκ ἐσχάτης ἀνοίας; Ἓν μόνον ἐστὶν αἰσχύνη, πονηρία καὶ ὠμότης καὶ ἀπανθρωπία· φιλοφροσύνη δὲ καὶ ἐλεημοσύνη καὶ φιλανθρωπία καὶ τὸ διακονεῖσθαι τοῖς δεομένοις λαμπροτέρους ἡμᾶς ἐργάζεται. Ὅσον γὰρ ἂν ᾖς πλουσία καὶ εὔπορος, τοσοῦτον ἐπαινέσονταί σε πάντες, ὅταν πρὸς τοὺς πτωχοὺς καὶ εὐτελεῖς καταβαίνῃς, οὐκ ἄνθρωποι δὲ μόνον, ἀλλὰ καὶ ἄγγελοι, καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης· οὐκ ἐπαινέσεται δὲ μόνον, ἀλλὰ καὶ ἀμείψεται διπλαῖς δωρεαῖς. Οὐ γὰρ τῆς ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ τῆς ταπεινοφροσύνης πολλούς σοι παρασκευάσει τοὺς μισθούς. Μὴ τοίνυν ἐπαισχυνώμεθα ταῖς τῶν πενήτων θεραπείαις, μηδὲ παραιτώμεθα νίπτειν τῶν ξένων τοὺς πόδας· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς τοιαύτης διακονίας· κἂν εἰς εὐχὴν αὐτὰς ἀνατείνῃς ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι. Τὸ μὲν γὰρ χρήματα δοῦναι, πολλῶν ἂν εἴη· τὸ δὲ δι' ἑαυτῶν θεραπεῦσαι τοὺς δεομένους καὶ μετὰ προθυμίας τοῦτο ποιῆσαι καὶ ἀγάπης καὶ φιλαδελφίας, πολλῆς καὶ μεγάλης δεῖται ψυχῆς καὶ φιλοσόφου. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα πάντων ὁ Παῦλος ἐπιζητεῖ, τοῖς ἐν θλίψει καὶ πενίᾳ καὶ περιστάσεσιν οὕτω κελεύων συναλγεῖν, ὡς ἐν τοῖς αὐτοῖς ὄντας δεινοῖς. Τοῖς γὰρ δεσμίοις, φησὶν, ὡς συνδεδεμένοι. ∆ιόπερ οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησε μόνον, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν· Εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί ἐστιν· Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν; Ὥστε καὶ εἰς δεσμωτήριον εἰσιέναι, καὶ τοὺς δεδεμένους ἐπισκέπτεσθαι, καὶ ἀῤῥωστοῦντας ἐπισκοπεῖν, καὶ θλιβομένους παραμυθεῖσθαι, καὶ ὀδυνωμένους παρακαλεῖν, καὶ πάντα τρόπον τὰ κατὰ δύναμιν εἰσφέρειν ἅπαντα, καὶ μηδὲν ὅλως παραιτεῖσθαι τῶν εἰς σωτηρίαν καὶ ἀνάπαυσιν τῶν ἀδελφῶν γινομένων τῶν ἡμετέρων. Εἰ δὲ χήραν γυναῖκα τοσαῦτα ἀπαιτεῖ κατορθώματα, τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι οἱ ἄνδρες ἡμεῖς ταῦτα μὴ ποιοῦντες, ἃ γυναῖκας χήρας ποιεῖν ἐνομοθέτησεν ὁ Παῦλος; Ἀλλ' ἴσως ἂν εἴποι τις· Καὶ πῶς χήραν γυναῖκα τοσαύτην ἀπαιτεῖ ἀκρίβειαν, ὅτε δὲ περὶ παρθενίας ἐπέστελλεν, οὐδὲν διελέχθη τοιοῦτον; Πλείονα μὲν τούτων φιλοσοφίαν αὐτὰς ἀπῄτησεν. Ὅταν γὰρ εἴπῃ· Μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος· καί· Ἡ ἄγαμος μεριμνᾷ 51.336 τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· καὶ πάλιν· Τοῦτο δὲ λέγω διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως· οὐδὲν ἄλλο διὰ τούτων αἰνίττεται τῶν ῥημάτων ἀλλ' ἢ ὅτι τῶν βιωτικῶν ἁπάντων πραγμάτων καθάπαξ ἑαυτὴν ἀποῤῥήξασαν τὴν παρθένον ὁλόκληρον ἀναθεῖναι δεῖ τῷ Θεῷ τὴν ψυχὴν καὶ μηδὲν πρὸς τὴν γῆν ἔχειν κοινὸν, μηδὲ ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις σχολάζειν, ἀλλὰ καθόλου τούτοις ἀποταξαμένην, ὅλην εἰς τὰ πνευμα-τικὰ πράγματα ἀναλίσκειν τὴν σχολήν. Καὶ ἡ παρα-βολὴ δὲ τῶν δέκα παρθένων αὐτὸ τοῦτο ἐδήλωσεν ἡμῖν. ∆ιὰ τοῦτο γοῦν ἀπεκλείσθησαν τοῦ νυμφῶνος, ὅτι ἔλαιον οὐκ εἶχον· ἔλαιον δὲ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ φιλανθρωπία καὶ ἐλεημοσύνη καὶ φιλοφροσύνη καὶ προστασία τῶν ἀδικουμένων καὶ παράκλησις τῶν ὀδυνωμένων· ὅπερ οὐκ ἔχουσαι ἀπῆλθον ἐκεῖναι, καὶ τοῦ νυμφῶνος ἐξέπεσον. ϛʹ. Ταῦτ' οὖν εἰδότες ἅπαντα, καὶ γυναῖκες, καὶ ἄν-δρες, καὶ παρθένοι, καὶ γεγαμημέναι, καὶ χῆραι, πολλὴν τῆς ἐλεημοσύνης