1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσασθαι πάσαις ταῖς καμήλοις. Πολλὴ μὲν τῆς γυναικὸς ἡ φιλοξενία, πολλὴ δὲ ἡ σωφροσύνη, καὶ ἀμφότερα ταῦτα καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν εἶπε, μάλιστα ἔστι καταμαθεῖν. Εἶδες πῶς οὔτε ἡ σωφροσύνη τὴν φιλοξενίαν ἐλυμήνατο, οὔτε ἡ φιλοξενία τὴν σωφροσύνην διέφθειρε; Τὸ μὲν γὰρ μὴ προτέραν ἐπιδραμεῖν, μηδὲ προσειπεῖν τὸν ἄνδρα, σωφροσύνης ἦν· τὸ δὲ αἰτηθεῖσαν μὴ ἀνανεῦσαι, μηδὲ ἀρνήσασθαι, φιλοξενίας καὶ φιλανθρωπίας πολλῆς. Ὥσπερ γὰρ εἰ προτέρα προσέδραμε, καὶ μηδὲν εἰπόντι διελέχθη, ἰταμότητος ἦν καὶ ἀναισχυντίας· οὕτως, εἰ παρακαλέσαντα διεκρούσατο, ὠμότητος ἦν καὶ ἀπανθρωπίας. Νῦν δὲ οὐδέτερον τούτων ἐποίησεν· οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον. Καὶ γὰρ ἀφάτου φιλοξενίας ἦν, τὸ μὴ μόνον ὅπερ ᾔτησε δοῦναι, ἀλλὰ καὶ πλέον τι παρασχεῖν τῶν αἰτηθέντων. Εἰ δὲ ὕδωρ ἦν τὸ διδόμενον, τούτου κυρία ἦν τότε. Τοὺς δὲ φιλοξένους οὐκ ἀπὸ τῆς πολυτελείας τῶν διδομένων, ἀλλ' ἀπὸ τῆς δυνάμεως, ἧς παρέχουσι, κρίνειν εἰώθα 51.237 σιν· ἐπεὶ καὶ τὸν ποτήριον δόντα ψυχροῦ ὁ Θεὸς ἐπῄνεσε, καὶ τὴν δύο λεπτὰ καταβαλοῦσαν πάντων πλέον καταβεβληκέναι ἔφη, ἐπειδὴ πάντα, ἅπερ εἶχε, τότε κατέβαλεν. Οὕτω καὶ αὕτη τούτοις τὸν γενναῖον ἐκεῖνον ἐξένισεν, ὧν οὐδὲν εἶχε πλέον αὐτῷ παρασχεῖν. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἔσπευσε, καὶ ἔδραμε, καὶ ὅσα τοιαῦτα, ἀλλ' ἵνα μάθῃς τὴν προθυμίαν, μεθ' ἧς ἐποίει τὸ πρᾶγμα, οὐκ ἄκουσα, οὐδὲ ἀναγκαζομένη, οὐδὲ δυσχεραίνουσα, οὐδὲ ἀγανακτοῦσα. Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατέχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀποπιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ' ἐδυσχέρανεν· ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχομένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας· οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν· κύριον καλεῖ ἄνθρωπον ἀγνῶτα καὶ τότε φανέντα πρῶτον. Καὶ καθάπερ ὁ κηδεστὴς αὐτῆς Ἀβραὰμ οὐκ ἠρώτα τοὺς παριόντας, Τίνες τέ ἐστε, καὶ πόθεν; καὶ ποῦ πορεύεσθε; καὶ πόθεν ἥκατε; ἀλλ' ἁπλῶς τὴν φιλοξενίαν ἐκαρποῦτο· οὕτω καὶ αὕτη οὐκ εἶπε, Τίς εἶ, καὶ πόθεν, καὶ τίνος ἕνεκεν παραγέγονας; ἀλλὰ καρπωσαμένη τὴν εὐπορίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε. Καὶ γὰρ οἱ μαργαρίτας ὠνούμενοι, καὶ χρυσίον λαμβάνοντες, ἓν τοῦτο ζητοῦσι μόνον, ὅπως κερδαίνοιεν ἀπὸ τῶν ἐχόντων τὰ χρήματα, οὐχ ὅπως αὐτοὺς περιεργάσοιντο· καὶ αὕτη τοῦτο μόνον ζητεῖ, ὅπως δέξηται τὸν τῆς φιλοξενίας καρπὸν, ὅπως λάβοι τὸν μισθὸν ἀπηρτισμένον. Ἤδει τοῦτο σαφῶς, ὅτι ὁ ξένος μάλιστα πάντων αἰσχύνεται· διὰ τοῦτο δεῖται πολλῆς τῆς φιλοφροσύνης, καὶ ἀπεριεργάστου τῆς σωφροσύνης· ἂν τοίνυν μέλλωμεν αὐτὸν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ὀκνεῖ καὶ ἀναδύεται, καὶ ἀηδῶς προσέρχεται. ∆ιὰ τοῦτο οὐδὲ αὕτη τοῦτο ἐποίησεν ἐπὶ τούτου, οὐδὲ ἐπὶ τῶν ξένων ὁ κηδεστὴς ὁ ταύτης, ἵνα μὴ τὴν θήραν ἀποσοβήσῃ· ἀλλ' ἐθεράπευε τοὺς παριόντας μόνον, καὶ καρπούμενος δι' αὐτῶν ὅπερ ἐβούλετο, οὕτως αὐτοὺς ἐξέπεμπε. ηʹ. ∆ιὰ τοῦτο καὶ ἀγγέλους ποτὲ ὑπεδέξατο· ὡς εἴ γε περιειργάζετο, ἠλαττώθη ἂν αὐτῷ ὁ ἐπικείμενος μισθός. Καὶ γὰρ θαυμάζομεν αὐτὸν, οὐχ ὅτι ἀγγέλους ὑπεδέξατο, ἀλλ' ὅτι ἀγνοῶν ὑπεδέξατο. Εἰ μὲν γὰρ εἰδὼς ἐθεράπευσεν, οὐδὲν θαυμαστὸν ἐποίει, τῆς