1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

11

τοῦ σώματος ψυχή ἐστιν, πᾶν δὲ σῶμα κρᾶσιν ἔχει, πᾶν σῶμα ψυχὴν ἔχει· εἰ δὲ πᾶν σῶμα ψυχὴν ἔχει, οὐδὲν σῶμά ἐστιν ἄψυχον· οὔτε λίθος ἄρα οὔτε ξύλον οὔτε σίδηρος οὔτε ἄλλο τι ἄψυχον ἔσται. εἰ δὲ μὴ καθόλου πᾶσαν κρᾶσιν σώματος λέγοι ψυχὴν εἶναι ἀλλὰ τὴν τοιάνδε, ἐρωτητέον ποία κρᾶσίς ἐστιν ἡ ποιοῦσα ζῷον καὶ ψυχῆς λόγον ἐπέχουσα; ὁποίαν γὰρ ἂν εἴποι τὴν κρᾶσιν τοιαύτην εὑρήσομεν καὶ ἐν τοῖς ἀψύχοις. ἐννέα γὰρ οὐσῶν κράσεων ὡς αὐτὸς ἐν τῷ περὶ κράσεων ἔδειξεν, ὀκτὼ μὲν τῶν δυσκράτων μιᾶς δὲ τῆς εὐκράτου, κατὰ μὲν τὴν εὔκρατον λέγει κεκρᾶσθαι τὸν ἄνθρωπον, οὐ πάντα δὲ ἀλλὰ τὸν τῆς μέσης κράσεως, κατὰ δὲ τὰς ἄλλας δυσκρασίας τὰ ἄλλα ζῷα κατ' εἶδος μετὰ τῆς ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀνέσεώς· τε καὶ ἐπιτάσεως· εὑρίσκονται δὲ καὶ ἐν τοῖς ἀψύχοις αἱ ἐννέα κράσεις μετὰ τοῦ μᾶλλον καὶ ἧττον, ὡς αὐτὸς πάλιν ἐν τοῖς ἁπλοῖς ἀπέδειξεν. ἔτι εἰ ἡ ψυχὴ κρᾶσίς ἐστιν, αἱ δὲ κράσεις ἐναλλάσσονται κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς διαίτας, ἡ ψυχὴ ἐναλλάσσεται· εἰ δὲ ἐναλλάσσεται, οὐ τὴν αὐτὴν ἔχομεν ψυχήν, ἀλλὰ κατὰ τὴν κρᾶσιν ποτὲ μὲν λέοντος ποτὲ δὲ προβάτου, ποτὲ δὲ ἄλλου τινός, ὅπερ ἄτοπον. ἔτι ἡ κρᾶσις οὐκ ἐναντιοῦται ταῖς ἐπιθυμίαις τοῦ σώματος, ἀλλὰ καὶ συνεργεῖ· αὐτὴ γάρ ἐστιν ἡ κινοῦσα· ἡ δὲ ψυχὴ ἐναντιοῦται· οὐκ ἄρα ἡ κρᾶσίς ἐστι ψυχή. ἔτι εἰ ἡ κρᾶσίς ἐστιν ἡ ψυχή, ἡ δὲ κρᾶσις ποιότης, ποιότης δὲ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, καὶ ἡ ψυχὴ ἄρα χωρισθήσεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τοῦτο δὲ οὐκ ἀληθές· οὐκ ἄρα κρᾶσις, οὐδὲ ποιότης ἐστὶν ἡ ψυχή. οὐ γὰρ δήπου τὸ ἕτερον τῶν ἀντικειμένων φυσικῶς προσεῖναι φήσουσι τῷ ζῴῳ ὡς ἐπὶ τοῦ πυρὸς τὸ θερμόν. ἀμετάθετον γὰρ τοῦτο. φαίνεται δὲ μετατιθεμένη ἡ κρᾶσις, μᾶλλον δὲ αὐτοί εἰσιν οἱ διὰ τῆς ἰατρικῆς τέχνης τὰς κράσεις μεταβάλλοντες. ἔτι παντὸς σώματος αἱ ποιότητες αἰσθηταί εἰσιν· ἡ δὲ ψυχὴ οὐκ αἰσθητὴ ἀλλὰ νοητή· οὐκ ἄρα ποιότης σώματός ἐστιν ἡ ψυχή. ἔτι ἡ τοῦ σώματος καὶ πνεύματος μετὰ παραθέσεως σαρκῶν καὶ νεύρων καὶ τῶν ἄλλων εὐκρασία ἰσχύς ἐστιν· καὶ ἡ τῶν θερμῶν δὲ καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν εὐκρασία ὑγεία ἐστίν· ἡ δὲ συμμετρία τῶν μελῶν μετὰ τῆς εὐχροίας τὸ κάλλος ποιεῖ τοῦ σώματος· εἰ τοίνυν ἡ ἁρμονία τῆς ὑγείας καὶ τῆς ἰσχύος καὶ τοῦ κάλλους ψυχή ἐστιν, ἀνάγκη ἦν τὸν ἄνθρωπον ζῶντα μήτε νοσεῖν μήτε ἀσθενεῖν μήτε ἄμορφον εἶναι· συμβαίνει δὲ πολλάκις οὐ μίαν μόνην ἀλλ' ὁμοῦ τὰς τρεῖς ταύτας εὐκρασίας ἀπόλλυσθαι καὶ ζῆν τὸν ἄνθρωπον· συμβαίνει γὰρ τὸν αὐτὸν ὁμοῦ καὶ ἄμορφον εἶναι καὶ ἀσθενεῖν καὶ νοσεῖν· οὐκ ἄρα ἡ εὐκρασία τοῦ σώματός ἐστιν ἡ ψυχή. πῶς οὖν φυσικαί τινες κακίαι καὶ ἀρεταὶ τοῖς ἀνθρώποις ἕπονται; τοῦτο ἐκ τῆς τοῦ σώματος ἀληθῶς κράσεως γίνεται. ὡς γὰρ φυσικῶς ὑγιεινοὶ καὶ νοσώδεις εἰσὶν ἐκ τῆς κράσεως· οὕτω τινὲς φυσικῶς πικρόχολοι ὄντες ὀργίλοι εἰσίν, ἄλλοι δειλοί, ἄλλοι καταφερεῖς. ἀλλ' ἔνιοι κρατοῦσι καὶ περιγίνονται· δῆλον δὲ ὅτι τῆς κράσεως κρατοῦσιν· ἄλλο δέ ἐστιν τὸ κρατοῦν καὶ ἄλλο τὸ κρατούμενον· ἄλλο ἄρα κρᾶσις καὶ ἄλλο ψυχή. ὄργανον γὰρ ὂν τὸ σῶμα τῆς ψυχῆς ἐὰν μὲν ἐπιτηδείως κατασκευασθῇ συνεργεῖ τῇ ψυχῇ καὶ αὐτὸ ἔχει ἐπιτηδείως· ἐὰν δὲ ἀνεπιτηδείως, ἐμποδίζει, καὶ τότε χρεία τῇ ψυχῇ πραγμάτων ἀπομαχομένῃ πρὸς τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου· καὶ ἐὰν μὴ σφόδρα νήψῃ, καὶ συνδιαστρέφεται αὐτῷ καθάπερ μουσικὸς συνεξαμαρτάνει τῇ τῆς λύρας διαστροφῇ ἐὰν μὴ πρότερον αὐτὴν καταστήσῃ καλῶς. διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ σώματος ἵνα καταρτίσῃ αὐτὸ ὄργανον ἐπιτήδειον ἑαυτῇ. τοῦτο δὲ ποιεῖ διά τε τοῦ λόγου καὶ τῶν ἠθῶν, ὡς ἐν ἁρμονίᾳ τὰ μὲν χαλῶσα τὰ δὲ ἐπιτείνουσα, ἵνα ἁρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ καὶ χρήσηται ἐπιτηδείῳ ὀργάνῳ, ἐὰν μὴ καὶ αὐτὴ συνδιαστραφῇ αὐτῷ· συμβαίνει γὰρ καὶ τοῦτο. Ἀριστοτέλης δὲ τὴν ψυχὴν ἐντελέχειαν λέγων οὐδὲν ἧττον συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν. διασαφήσωμεν δὲ πρότερον ἐντελέχειαν τίνα καλεῖ. τὴν οὐσίαν τριχῶς λέγει, τὸ μὲν ὡς ὕλην ὑποκείμενον, ὃ καθ' ἑαυτὸ μὲν οὐδέν ἐστιν, δύναμιν δὲ ἔχει πρὸς γένεσιν· ἕτερον δὲ μορφὴν καὶ εἶδος, καθ' ἣν