1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

12

φαρμακοπώλου. Ἐράσθητε ταύτης τῆς θείας καὶ σώφρονος ἐσταλμένης κοσμίως, σεμνὸν καὶ ἀμετεώριστον βλεπούσης. 3.1.5 Οὕτως γὰρ Σολομὼν ἐν τῇ παροιμιακῇ βίβλῳ φησίν· Μὴ ἐγκαταλείπῃς αὐτὴν καὶ ἀνθέξεται σου. Ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. Μὴ παρέλθῃς καταφρονήσας μηδὲ τὰ παρ' ἡμῖν ἐπὶ τῆς τραπέζης ταύτης προκείμενα διὰ τοῦτο αὐτὰ νομίσῃς ἄτιμα, ἐπειδὴ προῖκά σε ἔξεστιν τὴν κτῆσιν περιποιήσασθαι· ἀλλὰ καὶ μᾶλλον ἐπιθύμησον, ὅτι οὐ καθήμεθα κάπηλοι ζυγὸν ἢ τρυτάνην μεταφέροντες· ἓν δὲ κέρδος ζητοῦμεν, τὴν τοῦ μαθητοῦ σωτηρίαν. 3.2.1 Ἀνεγνώσθη ἡμῖν ἐκ τῶν Πράξεων Παύλου λόγος πρὸς Φῆστον καὶ Ἀγρίππαν, Παύλου τοῦ πιστοῦ ἀποστόλου καὶ σοφοῦ δημηγόρου. Εἶδες πάντως, ὁ ἀκροατής, εἰ τὸν νοῦν ἐπέστησας, ὅπως καὶ τὴν ἀλή θειαν οὐ προδίδωσιν ἐκ δειλίας καὶ τὴν πρὸς τὸν Ἀγρίππαν θεραπείαν τῇ παρρησίᾳ κεράσας τὸ τραχὺ κριτήριον ἐκμαλάσσει πρὸς ἀγαθότητα, ὥσπερ θηρία τινὰ κατεπᾴδων ταῖς τοῦ λόγου μεταχειρήσεσιν. 3.2.2 Προε φήτευσεν καὶ σήμερον Ζαχαρίας τῶν μεγάλων ἡμῖν μυστηρίων τοῦ Μονογενοῦς ὑπανοίγων τὴν θύραν διὰ τοῦ λίθου τὰς ἑπτὰ βολὰς τῶν ὀφθαλμῶν κεκτημένου, διὰ τῆς χρυσῆς λυχνίας, ἐφ' ἧς οἱ ἑπτὰ λύχνοι καὶ τὰ δύο στελέχη τῶν ἐλαιῶν. Πολλαὶ αἱ ἑξῆς Γραφαὶ πλούσιον τὸν θησαυρὸν τῆς ὠφελείας ἔχουσαι, αἷς ἐβουλόμην πάσαις ἐπελθεῖν καὶ δεῖξαι ὑμῖν τὴν τῆς πνευματικῆς πανηγύρεως εὐθηνίαν. 3.2.3 Ἐπείγει δέ με πρὸς τὴν ἔκτισιν τοῦ χρέους ἡ τῆς προτεραίας ὑπόσχεσις. Ἀρξάμενοι γὰρ πολλαῖς κατηγορίαις τῆς πλεονεξίας καθάπτεσθαι, ἐπειδὴ μὴ ἔφθημεν αὐτῆς γυμνῶσαι τὴν ματαιότητα, εἰς τὴν παροῦσαν ἡμέραν τὸν ἔλεγχον τῆς κατηγορίας ὑπερεθέμεθα. Ἀκούσατε οὖν καὶ γένεσθε εὐγνώμονες τῆς ἀληθείας κριταί ἐπειδὴ μήτε ἄλλοις τισίν, ἀλλὰ τῇ ἑαυτῶν σωτηρίᾳ δικάζετε, καὶ πάσας τὰς κατακρινούσας ψήφους ἐπὶ τὴν ὑπεύθυνον φέρετε, ἕκαστος τῆς ἰδίας ψυχῆς ὥσπερ οἰκίας ἢ πόλεως αὐτὴν ἀπελάσαντες. 3.3.1 Πλεονεξία τοίνυν ἐστὶν οὐ μόνον τῷ ἀργυρίῳ σὺν τοῖς ἄλλοις κτήμασιν ἐπιμαίνεσθαι καὶ βούλεσθαι τοῖς παροῦσι τὰ μὴ προσόντα συνάπτειν, ἀλλά, γενικώτερον εἰπεῖν, τὸ ἐπὶ παντὸς πράγματος πλέον ἔχειν βούλεσθαι τοῦ ὀφειλομένου καὶ ἐπιβάλλοντος. 3.3.2 Καὶ δὴ τοῦτο τὸ πλημμέλημα πρῶτος ἔπαθεν ὁ διάβολος, ἀρχάγγελος μὲν ὢν καὶ ἐπὶ τῆς καλλίστης ζωῆς καὶ τάξεως τεταγμένος, τυραννίδα δὲ καὶ ἐπανάστασιν κατὰ τῆς θεότητος ἐννοήσας, ὁ ματαιόφρων· εἶτα καταβλη θεὶς καὶ εἰς τὸν περίγειον τοῦτον ἀέρα καταπεσὼν κακὸς γείτων τῆς ἡμετέρας ζωῆς. 3.3.3 Οὔτε γοῦν κατέλαβεν ὃ ἐδίωκεν, τὴν θεότητα· καὶ ἀπώλεσεν ὃ ἐκέκτητο, τὸ ἀρχάγγελον· δοῦλος ἄπιστος ταῖς κατὰ μικρὸν τόλμαις εἰς λῃστὴν ἐξελθών· κύων τοῦ παρ' Ἕλλησιν μύθου καὶ τοῦ κρέως στερηθεὶς καὶ τῆς σκιᾶς οὐ δραξάμενος πῶς γάρ; ἀκαταλήπτου πράγματος. 3.3.4 Μετὰ τοῦτον ὁ πρῶτος ἄνθρωπος εἰς ἡδυπάθειαν δελεασθεὶς ἀπηγορευμένῃ βρώσει τὴν ἀθανασίαν ἀπώλεσεν, ὡς Ἡσαῦ ὕστερον διὰ φακὸν τὰ πρωτοτόκια. Καὶ τὰς διαλέκτους δὲ ταύτας καὶ τὰς πολλὰς τῶν ἀνθρώπων φωνὰς ἔρως τοῦ πλείονος εἰς τὸν βίον εἰσήγαγεν. Οἱ γὰρ τῇ ἀνθρωπικῇ εὐθηνίᾳ ὑπερμαζήσαντες, βατὸν δὲ ἑαυτοῖς ἔσεσθαι τὸν οὐρανὸν προσδοκήσαντες καὶ πύργον γελοῖον ἐπὶ τὴν ἐκείνου ματαιοποιοῦντες ἀνάβασιν, οὗτοι τοὺς ὁμοφώνους ἀνθρώπους ἑτερογλώσσους ἐποίησαν· καὶ τὸ πλέον οὗ εἶχον ζητοῦντες αὐτοί τε συνεχέθησαν καὶ τῷ γένει τῶν ἀνθρώπων κατέλιπον κάμνειν ἐν ἀκοαῖς ἀσήμων φωνῶν καὶ ἑρμηνειῶν ζητήσει. 3.3.5 Τί δὲ ὁ Φαραώ; Πόθεν ταῖς διαφοραῖς καὶ ποικίλαις περιέπεσε μάστιξιν; οὐ διὰ πλεονεξίαν καὶ τὸ βούλεσθαι κύριος εἶναι ξένου λαοῦ καὶ μηδαμόθεν τῇ ἐκείνου βασιλείᾳ προσήκοντος; Καὶ διὰ τοῦτο τοὺς ἀλλοτρίους οὐκ ἀφιεὶς τοὺς ἰδίους ἀπώλεσεν· τοὺς μὲν ἐν πληγῇ τῶν πρωτοτόκων, τοὺς δὲ ἐν τῇ διώξει τῇ κατὰ θάλασσαν. Ἀφίημι γὰρ ποταμοὺς εἰς αἷμα ῥυέντας καὶ βατράχων ἄπλετον γένεσιν καὶ βρούχου λύμην καὶ φλυκταινῶν ἐξάνθησιν καὶ τῶν τετραπόδων τὸν θάνατον καὶ πᾶσαν τὴν κάκωσιν,