12
προφητείας ὁ Σωτὴρ ἐμνημόνευσεν παρ' Ἰωάννῃ, εἰπών· "Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ" Καὶ Παῦλος δὲ Θεσσαλονικεῦσιν ἀκόλουθα τούτων γράφει· "Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους." Ἀμφότεροι δὲ περὶ τοῦ ἁγίου λέγουσι Πνεύματος, ὡς ἐν Ἰωάννῃ αὖθις ὁ ∆εσπότης λέγει· "Ἐκεῖνος ὑμᾶς διδάξει, καὶ ἀναμνήσει πάντα." Εἰ τοίνυν οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος διδασκόμενοι, διδακτοὶ Θεοῦ ἀκούουσιν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ὁ ἀναγινώσκων νοείτω, ἀκούων καὶ ἑτέρου αὐχοῦντος· "Ὁ Θεὸς ἐδίδαξέν με σοφίαν·" καὶ πάλιν· "Ἐδίδαξέν με ὁ Θεὸς ἐκ νεότητός μου." Κέκληται δὲ καὶ θεόπνευστος, καὶ θεία ἡ Γραφὴ, ὡς τοῦ πνεύσαντος αὐτὴν ἁγίου Πνεύματος Θεοῦ καθεστῶτος, κατὰ Παῦλον γράφοντα Τιμοθέῳ τὸ δεύτερον· "Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος." Καὶ αὖθις δὲ Πέτρος, ἀποφέρων τὸ μὴ δεῖν οἴεσθαι τὸ ἅγιον Πνεῦμα τελεῖν ἐν κτίσμασι, καθολικῶς τὸ δεύτερον γράφει· "Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ' ὑπὸ Πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ Θεοῦ ἅγιοι ἄνθρωποι." Καὶ αἱ Πράξεις δὲ τῶν ἀποστόλων περιέχουσιν τάδε· "Πέτρος, πλησθεὶς Πνεύματος 39.645 ἁγίου, εἶπεν πρὸς τὸν λαὸν," ἅπερ εἶπεν. Ἐν ἕκαστον μὲν οὖν τῶν ἐν Γραφαῖς περὶ τοῦ θεϊκοῦ Πνεύματος διαγορευθέντων, ἀποχρῶν ἐστι τεκμήριον τῆς ἐκείνου περὶ πάντα πρὸς τὴν τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητα ὁμοιότητος. Οἱ δὲ τὸ Μακεδονίου φρόνημα ἡγούμενοι τῆς ἐν Γραφαῖς ἁπλότητος εἶναι σπουδαιότερον, καὶ βουλόμενοι τοῦτο τιμιώτερον τῆς παρ' ἡμῖν ἀκιβδήλου πίστεως δεικνύναι, ἀντεροῦντες τῷ ἁγίῳ Πνεύματι, ἔγραψαν καὶ περὶ τῆς ἐν ἡμῖν κατοικήσεως αὐτοῦ λοιδορίας, αὐτοῖς ὀνόμασιν οὕτως· "Τὰ ἀλληγορικῶς, ἢ προσηγορικῶς, ἢ μεταφορικῶς, ἢ ὁμωνύμως λεγόμενα, οὐ χρὴ εἰς δόγματος ἀκρίβειαν παραλαμβάνειν. Ναὸς γὰρ, φησὶν, καὶ ὁ ἐν Ἱεροσολύμοις ὁ ἐξ ὕλης ἀψύχου, καὶ πρῶτος ἐκεῖνος ὠνομάσθη ναός· ὁμωνύμως δὲ λοιπὸν καὶ οἱ ἄνθρωποι. Ναὸς δὲ δῆθεν καὶ οἶκος βιωτικὸς, διὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν. "Ἦν γὰρ," φησὶν, "ὁ Ναβουχοδονόσωρ ἐν τῷ ναῷ τῆς βασιλείας." Καὶ πάλιν· Εἰ φύσει ἄνθρωποι, προσηγορικῶς ναός εἰσιν, καὶ οὐχὶ δῆθεν ἀληθῶς· καὶ πάλιν· Ἐπειδὴ οὖν, φησὶν, καὶ πρόβατα ὠνομάσμεθα, ἆρα κατὰ φύσιν τοῦτό ἐσμεν; αὖθις τε· Ὁ ἐξαγοράσας ἡμᾶς, φησὶν, ὁ ὑπὲρ ἡμῶν ἀποθανών ἐστιν· ὁ δὲ ἐξαγοράζων, οὐ τὸ ἀλλότριον ἐξαγοράζει." Αὐτοὶ μὲν οὕτως, ἀπόρως, καὶ ἀλόγως, καὶ ὡς οὐκ ἄν τις, οὐδὲ τῶν μικρὰ ὁπωσοῦν λογίζεσθαι δυναμένων, ἀποδέξαιτο αὐτούς. Εἰς παρεξέτασιν γὰρ τῶν θεοχρήστων ῥητῶν, τῶν περὶ αὐτῆς τε τῆς ἀκαταφρονήτου θεότητος, περί τε τῶν λογικῶν ἔργων τῶν χειρῶν αὐτοῦ ἡμῶν. κτήνη καὶ οἰκοδομίαν ἄψυχον εἰς μέσον φέρουσιν, καὶ παίζουσιν οἷον εἰς τὰ φοβερὰ γραφία καὶ πράγματα, καὶ διὰ τῶν δῆθεν ἀφελῶν τούτων καὶ ἀνειμένων λόγων ἐπὶ τὸ ἑαυτῶν βάραθρον καλοῦσιν, ὡς οἱ τοὺς ἰχθύας μικρῷ τινι δελεάσματι ἀγκιστρεύοντες. Ἡμεῖς δὲ πανταχόθεν δεικνύντες ὡς πλείστην παρὰ πάντα τὸν βίον, ὥς γε ἑαυτοῖς δοκοῦμεν, πεποιήμεθα φροντίδα τοῦ μηδ' ὁτιοῦν εἰκῆ, μηδὲ σὺν ἀπεχθείᾳ τῇ κατά τινος φθέγγεσθαι, καὶ τοῦ ὅτι εὔλογον λοιδορίαν πεφεύγαμεν· ἥκομεν, τοὺς μὲν τῶν σωφρονε 39.648 στέρων καὶ τοὺς ὁμόφρονας ἡμῖν ἀναμνήσοντες, ὧν ἀπὸ τῶν Γραφῶν ἀκηκόασιν· τοὺς δ' ἄλλους πείσοντες, τῷ γε ἐφ' ἡμῖν, μὴ οὕτω γνώμης, ἢ πίστεως, ὡς ἔχουσιν, τοῦ λοιποῦ ἔχειν. Οἱ γὰρ ἀξιούμενοι ἔχειν κατοικοῦν ἐν αὐτοῖς τὸ πληροῦν τὰ πάντα ἐνυπόστατον Πνεῦμα τοῦ Θεοῦ, οὔτε κατὰ ὁμωνυμίαν ἢ συνωνυμίαν, οὔτε κατὰ ἀλληγορίαν, οὔτε κατὰ μεταφορὰν, ναὸς αὐτοῦ ὠνομάσμεθα, ἀλλὰ κυρίως καὶ κατὰ ἀλήθειαν. Ὅθεν ὁ Ἀπόστολος, οὐ τῷ ἐν Ἱεροσολύμοις ναῷ καὶ ἐκείνοις, οἷς εἰκόνι ἐχρήσαντο αἱρετικοὶ, ἀλλὰ γὰρ πιστοῖς, Θεὸν σαφῶς τὸ ἅγιον Πνεῦμα εἶναι δεικνὺς, ἔφη· "Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·" Καὶ πρὸς Ἑβραίους· "Μέτοχοι Πνεύματος ἁγίου ἐσμέν." Εἰ γὰρ ναὸς τοῦ ἁγίου