1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

12

ἐξαίφνης 20ἀκήρυκτον; οὐ μεταμορφούμενος ἄλλοθι ἄλλως20 αὐτάγγελος ἅμα καὶ μάρτυς ἐγίγνετο καὶ πολέμαρχος, εἰς τὰ τῶν ἀνθρώπων ἐνδόσθια παρεισδύς;

14.1 Ἀλλὰ ἀσαφὲς εἶναι τὸ τοιοῦτο σχῆμα νενόμισται τοῖς πολλοῖς· ἰτέον οὖν

ἀκολούθως εἰς τὰ τῆς τρίτης τῶν Βασιλειῶν ἴχνη. φαίνεται τοίνυν ὅπως ὁ προφήτης ἐπερωτᾶται Μιχαίας ὑπὸ τοῦ Ἀχαάβ· ἀλλ' ἐπειδήπερ ἠναγκάζετο τἀληθῆ λέγειν ἀπαρακαλύπτως, ἑορακέναι μὲν ἔφασκε τὸν κύριον ἐπὶ θρόνου καθήμενον, εἶτα καὶ στρατιὰς ἑστάναι περὶ αὐτὸν οὐρανίους ἔκ τε δεξιῶν ἅμα καὶ εὐωνύμων· 14.2 ὁμοῦ δὲ τῇ τῆς ὄψεως ἱστορίᾳ καὶ φωνῆς ἔφησεν ἀκηκοέναι τοιᾶσδέ τινος· «τίς ἀπατήσει τὸν Ἀχαὰβ καὶ ἀναβήσεται εἰς Ῥεμμὸδ Γαλαὰδ καὶ πεσεῖται ἐκεῖ;», τηνικαῦτα δέ φησιν (ἵνα τὰ ἐν μέσῳ παραλείψας ἐρῶ τὸ ζητούμενον) «ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν». 14.3 ὡς δὲ ὁ κύριος ἀνθυπενέγκας ἔφρασεν «ἐν τίνι;» ἀνθυποφέρει πάλιν· «ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ». πρὸς ταῦτα μὲν οὖν εἴρηκεν ὁ κρείττων· «ἀπατήσεις, καί γε δυνήσῃ· καὶ νῦν ἰδοὺ» φησὶν «ἔξελθε καὶ ποίησον οὕτως.» ὁ δὲ προφήτης αὐτὰ ταῦτα τῷ βασιλεῖ διηγούμενος εὐθέως ἐπιφέρει· «δέδωκεν ὁ θεὸς πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ ἐλάλησεν κύριος ἐπὶ σὲ κακά.» 14.4 τοιγαροῦν εἴπερ ἀνάγκη νοεῖν οὐκ ἀγαθόν, ἀλλὰ πονηρὸν εἶναι τοῦτο τὸ πνεῦμα τὸ τῆς ψευδηγορίας αἴτιον, ἀκόλουθον ὑπολαμβάνειν αὐτὸ τοῦτο διαβολικὸν ὄργανον ὑπάρχειν. εἰ δὲ κυρίως ἀποδείκνυται τοῦτο εἶναι, προακήκοεν ἄρα πῶς ἤμελλεν ὁ μιαρὸς Ἀχαὰβ εἰς πόλεμον ἀπιὼν ἀποθνῄσκειν· 14.5 αὐτὸ γὰρ ἠξίωσε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐμβάλλειν, ἵνα πολέμου γένεσιν αὐτουργήσῃ καὶ διαφθείρῃ τὸν ἄδικον αἰσχίως. ὥστε καὶ διὰ τούτων ἀποδείκνυται τῶν ἔργων ὅτι τὰ κακὰ τοῖς ἀδίκοις ἐπιφερόμενα προμεμάθηκεν ὁ διάβολος, ἐπειδὴ τῶν ἐχθίστων ὁ δραματουργὸς αὐτός ἐστιν ἁπάντων. 14.6 Ἐπὶ μέντοι τοῦ Σαοὺλ ὅσα προσθεὶς ἀφ' ἑαυτοῦ συνέζευξεν τοῖς τοῦ Σαμουὴλ ἀποφθέγμασιν, οὐ μόνον ἐψεύσατο πιθανῶς, ἀλλὰ καὶ ἐβλασφήμησεν ἀσεβῶς. ἐνθένδε ποθὲν ἡ πρώτη διελέγχεται δυσφημία· πρῶτον μέν, ὅτι κατὰ μίμησιν, ὡς ὁ κύριος ἔφη τῷ λῃστῇ τὸ κράτος ὁμολογήσαντι τῆς βασιλείας αὐτοῦ, «σήμερον ἔσῃ μετ' ἐμοῦ» λέγων «ἐν τῷ παραδείσῳ», ταὐτὸν δὴ τοῦτο καὶ τῷ Σαοὺλ ἐκπληρώσαντι τὰς μανικὰς αὐτοῦ μαντείας ἔφησεν ὁ δολομήτης· «αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ καὶ Ἰωνάθαν ὁ υἱός σου.» 14.7 δεύτερον δὲ βούλεται δεικνύναι διὰ τούτων ὅτι μηδὲν ὁ δίκαιος ἀδίκου διαφέρει, τὰς τῶν εὐσεβῶν ἐκκόψαι προθυμίας ἐπιτεχνώμενος. οὐδεὶς δὲ ἔοικεν ἀγνοεῖν ὅτι μηδεμία συνυπάρχει κοινωνίας πιστῷ μετὰ ἀπίστου, ἢ αὖ πάλιν ὅπως ὁ πλούτῳ κατατρυφήσας ἀπλήστῳ πόρρω τῆς τοῦ Λαζάρου διαίτης ἀπεκρίθη, καίτοι μηδὲν ὅμοιον ἐκείνῳ δράσας. 14.8 ἀλλ' οὗτος μὲν οὐδὲν πώποτε μετέδωκεν τῷ πενομένῳ, τὸ παράπαν οὐδέν, οὔτε περιττευμάτων οὔτε ψιχῶν εἰς τοὔδαφος ἐκριπτομένων, ἀλλ' οὐδ' ἐλυμήνατο τὸν ἄνδρα πληγαῖς, οὐ μάστιξιν αἰκισάμενος ἐδίωξε περαιτέρω που γῆς. 14.9 20ἀλλ' ὅμως, ἐπειδὴ μετήλλαξαν ἄμφω20 μετάραντες ἐντεῦθεν, ὁ μὲν εἰς κόλπους ἔληξε τοῦ προπάτορος Ἀβραάμ, ὁ δὲ ταῖς ἀκοιμήτοις ἐδόθη φλοξὶν τοῦ πυρός. ὡς οὖν ἐν τῷ ᾅδῃ βασανιζόμενος ἐφλέγετο, πόρρωθεν μὲν ὁρᾷ τὸν προπάτορα, θεωρεῖ δὲ καὶ τὸν «Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ»· 14.10 τῇ δὲ δὴ φλογὶ πυρούμενος, ἐκθύμως ἠξίου τὸν Ἀβραάμ, ὅπως ἐκπέμψῃ τὸν πένητα πρὸς αὐτόν· ἐδεῖτο γάρ, ἵν' ἀφικόμενος ὁ Λάζαρος τὸ μὲν ἄκρον ὕδατι βάψῃ τοῦ δακτύλου, καταψύξῃ δὲ τὴν γλῶτταν αὐτοῦ, νοτίδος ἐπαφυσάμενος ἰκμάδα· πυροφόροις οὖν ἀλγυνόμενος ὀδύναις ἐπρέσβευε τοιαῦτα μεθ' ἱκετείας ὁ τάλας. 14.11 ἐπειδὴ δὲ πρὸς ἔπος ἀποκρινάμενος ὁ προπάτωρ ἕκαστον ἐν ἑκάστῳ μέρει τὰς ἀξίας ἔφαινεν ἀμοιβὰς ἐπάθλου χάριν εἰληφέναι, τηνικαῦτα προσθεὶς ἐπεφθέγξατο· «καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα» φησὶν «ἐστήρικται μέγα, ὅπως