1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

12

ἡμῖν προσφερόμενα ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ: Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα, ὁ δὲ ἄφρων ὀδυνᾶται τὴν τεκοῦσαν αὐτόν. Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς: Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα, ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν, ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν, τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν: Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν ἀλλ' ἡμᾶς. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν ἐπιστήμων: Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν· ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται: Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας, ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι: Προφάσεις λέγει τὰς ἁμαρτίας· Τοῦ προφασίζεσθαι γάρ φησιν προφάσεις ἐν ἁμαρτίαις· φίλους δὲ πάντας τοὺς ἁγίους τοὺς οἷς δι' ἀρετῆς συνήπτετο. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν: Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Θαυμάσαι (cod. ᾶ) πρόσωπον ἀσεβοῦς οὐ καλόν: Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς.

98 Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται: Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή, καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ πρὸς τὴν θρασύτητα ἡ πραΰτης. Ὀκνηρὸν καταβάλλει φόβος: Ὀκνηροὺς καταβάλλει φόβος, ἤτοι ὁ ἐχθρὸς φόβος, ἢ ὁ τοῦ κυρίου, χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. Ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν: Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις ἐαυτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν: Καὶ ὁ Παῦλος φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου: Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός: Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. καὶ ὁ ∆αυὶδ φησίν· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι καὶ ἄλλοις τὰ θαυμάσιά σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. Ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει: Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντας δαίμονας ἀρετῆς ἐκπεπτωκότας καὶ γνώσεως. ∆όμα ἀνθρώπου ἐμπλατύνει αὐτόν: Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν παρέχει καὶ πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ· ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἀντιλογίαν παύει κλῆρος: Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ