1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

ἐν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω, οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροήσωσιν· ἐπειδὰν δὲ ἀναστῇς θάῤῥυνε τὴν καρδίαν, παρακάλει τῇ ψαλμωδίᾳ, «Οὐ φοβηθήσῃ (λέγων) ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ.» Οὕτω γὰρ ἅπαξ καὶ πολλοστὸν ποιήσας, τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ' ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλάπτειν, ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα οἱ 79.1125 ἄνθρωποι τοὺς ἀσθενεῖς, καὶ ἀδυνάτους, ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωσι.

ΚΕΦΑΛ. Κ∆ʹ. Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς

κενοδοξίας δαίμονα προφανέστερον ἐνδύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦνται, ἀλλ' ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται· τὸν δὲ τοῦ Θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κολαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν θέρμην ἐπενδύσῃ, καὶ κατὰ τῆς κακοτεχνίας θᾶττον τῶν λογισμῶν σοφισθήσῃ, ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς σοφίας. Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων, οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ, ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν· αἰτία γὰρ ἀμφοτέρων ἐστὶν ἡ πρακτικὴ, ἥνπερ πονικώτερον κατέχοντες, ἑαυτοὺς ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα, καὶ Θεὸν ἐπιγνωσόμεθα. Ὁ ἐκ πρακτικῆς ἐκδημίας, καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τῇ τέχνῃ τοὺς ἀφελεῖς ἀλείφων, βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνωστικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τούτων μεγαλύνων λῃστεύει, εἰς βοήθειαν λαβέτω τὸν Ἕλληνα Ἰοθὸρ, Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν διὰ κρίσιν ἐκδόντα. Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα, τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ, καὶ ἐπιπονώτερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστράπτουσιν, ἔργων δὲ μὴ παρόντων, οἱ λόγοι τῶν ἔργων δύναμιν οὐκ ἀστράπτουσι. Πολιῶν ἔγκλημα, λόγος νεώτερος, καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι, ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῆ, γαλήνης ἐκτὸς ἔσται, καὶ κλύδωνος οὐκ ὄντος, χειματίζεται.

ΚΕΦΑΛ. ΚΕʹ. Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ' ὧν οὐ

θέλεις ὑπομείνῃς. Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν, ἵνα καὶ σὺ τοῦ διαβόλου τὸν πτερνισμὸν διαφύγῃς· φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου τὸ πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλόφυλος ἐκπέσῃς. Ὁ τὴν χρηστότητα, καὶ τὴν ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἵη; Ἐπὰν τῇ συντόνῳ σου νηστείᾳ ἀδελφὸς παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν παραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐγκοπὴν δὲ τῇ νηστείᾳ, ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς Θεὸν αὐτὸν ἴδῃς. Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκωμεν, συμμαχίαν δὲ μᾶλλον πέλειν· κατὰ τῆς φάλαγγος τοῦ ἀντιπάλου τὴν αὐτῶν χοροστασίαν ἐμπιστεύσωμεν. Οὕτω γὰρ τῷ φίλτρῳ τῆς ἀγάπης ἑνωθέντες, τὴν κακίαν ἐξωθήσομεν, καὶ τὰ ἔργα τῶν χειρῶν εἰς τὸν τῆς φιλοξενίας θησαυρὸν μετακομί79.1128 σομεν. Μὴ, ὡς χάριν παρέχοντες τοῖς ἀδελφοῖς, τούτους δεξιωσώμεθα, ἀλλ' ὡς ὑπόχρεοι ὄντες τῷ δανείσματι μεθ' ἱκεσίας ξενίζωμεν, καθὼς ὑπέδειξε Λώτ. Τινὲς ἐπὶ ξένῳ ἀξιώματι καὶ ξένως ἐπαίρονται, καὶ ὅταν μὲν ξένον καλῶσιν οὐδόλως παρακαλοῦσιν, ἀλλὰ καὶ τὸν τῆς κλήσεως λόγον τῷ τύφῳ πλατύνουσι, τὸν δὲ παραιτούμενον ὡς ἐφ' ὑβρικότα μέμφονται· διὰ τοῦτο μέγα φύσημα ἐντεῦθεν ἀνακαίεται. Οἱ γὰρ λογισμοὶ τὸ ὄμμα τῆς ψυχῆς παρακεντοῦντες τυφλώττουσιν, ἵνα ταῖς καλλίσταις τῶν ἐντολῶν κακίστως χρησώμεθα.