1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

ἀφέντες, ἐπὶ μίαν ταύτην τρεπόμεθα, τὴν οὕτως ἐπισφαλῆ καὶ ὀλισθηρὰν, καὶ οὐκ οἶδ' ὅποι φέρουσαν; Ἢ τροφὴ μὲν οὐχ ἡ αὐτὴ πᾶσι κατάλληλος, ἄλλῳ δὲ ἄλλη κατὰ τὴν διαφορὰν καὶ τῶν ἡλικιῶν καὶ τῶν ἕξεων· βίος δὲ ὁ αὐτὸς πᾶσι συμφέρων, ἢ λόγος; Οὐκ ἔγωγε τοῦτο εἴποιμ' ἂν, οὐδὲ προσθοίμην τοῖς λέγουσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, νέοι καὶ γέροντες, ἄρχοντες λαῶν καὶ ἀρχόμενοι, μονασταὶ καὶ μιγάδες, τὰς μὲν περιττὰς καὶ ἀχρήστους φιλοτιμίας χαίρειν ἐάσατε· αὐτοὶ δὲ διὰ βίου, καὶ πολιτείας, καὶ λόγων τῶν ἀκινδυνοτέρων τῷ Θεῷ πλησιάζοντες, τεύξεσθε τῆς ἐκεῖθεν ἀληθείας καὶ θεωρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.