12
προσονειδίζουσι πικρῶς, καὶ προσεπεμ βαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμέ νας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτω σαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰ δὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσ περ ἔχουσιν.
Λʹ. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ' ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴ ρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι' ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥσ περ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ' ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ' ἧς 35.900 καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὂν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀν εξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνία στοι αἱ ὁδοὶ αὐτοῦ! καὶ, Τίς ἔγνω νοῦν Κυ ρίου; Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφ ίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦ τα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέ τρησιν;
ΛΑʹ. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ' ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ' εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ' ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστή σονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖ σε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρού μενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τι νος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεω ρήσωμεν. Ἀλλ' οὔτε ἐκεῖνος ἄτεχνος ᾖ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος.
ΛΒʹ. Ἀλλ' εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦ σιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν