12
τινος ἀνίστατ' εὐθὺς ὥσπερ ἐκ καπνοῦ βίας ἑσμὸς μελισσῶν καὶ βοαῖς ἐκμαίνεται· ἄνδρες, γυναῖκες, παρθένοι, νεανίαι, παῖδες, γέροντες, εὐγενεῖς, οὐκ εὐγενεῖς, ἄρχοντες, ἠρεμοῦντες, ἐκ στρατοῦ τινες, ζέων ἕκαστος ἶσον ὀργῇ καὶ πόθῳ, ὀργῇ κατ' ἐχθρῶν καὶ πόθῳ τοῦ ποιμένος· ἀλλ' οὐκ ἐμὸν γὰρ τῇ βίᾳ κάμψαι γόνυ, οὐδ' ἀσπάσασθαι τὴν ἄθεσμον ἵδρυσιν, ὃς οὐδὲ τὴν ἔνθεσμον ἤνεγκ' ἄσμενος. Ἄλλην τρέπονται τοῦ πόθου ταύτην ὁδόν. ὅρκοις τε πολλοῖς καὶ λιταῖς κεχρημένοι τὸ γοῦν παραμεῖναι καὶ βοηθεῖν ἠξίουν καὶ μὴ προέσθαι τοῖς λύκοις τὸ ποίμνιον. πῶς ἂν δυναίμην καρτερεῖν τὸ δάκρυον; Ἀναστασία, ναῶν ὁ τιμιώτατος, ἣ πίστιν ἐξήγειρας ἐν γῇ κειμένην, κιβωτὲ Νῶε, τὴν ἐπίκλυσιν μόνη κόσμου φυγοῦσα καὶ φέρουσα δεύτερον κόσμον τὸν ὀρθόδοξον ἐν τοῖς σπέρμασιν, σοὶ μὲν πολὺς καὶ πάντοθεν ἐπιρρεῖ λεώς ὡς τοῦ μεγίστου κινδύνων ἑστηκότος ἡμῶν γενέσθαι τὸ κρατεῖν ἢ τοῦ πόθου· ἐγὼ δ' ἄφωνος ἐν μέσῳ σκότου γέμων, οὐδ' ὡς καταστείλαιμι τὰς φωνὰς ἔχων, οὐδ' ὡς ὑποσχοίμην τι τῶν αἰτουμένων. τὸ μὲν γὰρ οὐχ οἷόν τε, τῷ δ' ὑπῆν φόβος. Ἔθλιβεν αὐχμός, σώματ' ἦν διάβροχα. φωναὶ δ' ἔλειπον, αἱ γυναῖκες ἐν φόβῳ, καὶ τῶν, ὅσαι μάλιστα εἶεν μητέρες, παίδων ὀδυρμός, ἐνδεδώκει δ' ἡμέρα. ὤμνυ δ' ἕκαστος μὴ πρὶν ἐνδώσειν πόνων, κἂν ἐνταφῆναι τῷ νεῲ δέῃ καλῶς, ἢ τῶν ποθουμένων τιν' ἐκβαλεῖν λόγον. οἷόν τις εἰπεῖν ἐξεβιάσθη πόνῳ- φεῦ τῆς ἀκοῆς, ἣ μὴ τότ' εὐθὺς ἐφράγη. «συνεκβαλεῖς» γὰρ εἶπε «σαυτῷ τριάδα.» ἕως φοβηθείς, μή τις ἐκβῇ κίνδυνος, ὅρκον μὲν οὐδ' ὥς-καὶ γάρ' εἰμ' ἀνώμοτος, ἵν' ἐν θεῷ κἀγώ τι κομπάσω μικρόν, ἐξ οὗ λέλουμαι πνεύματος χαρίσματι-, λόγον δ' ἔδωκα τῷ τρόπῳ πιστούμενον μενεῖν, ἕως φανῶσι τῶν σκοπῶν τινες -καὶ γὰρ τότ' ἠλπίζοντο-, προσδοκῶν τότε λύσειν ἐμαυτὸν φροντίδων ἀλλοτρίων. οὕτω διεκρίθημεν ἀλλήλων μόγις, νικῶντες ἄμφω τῇ σκιᾷ τῆς ἐλπίδος· οἱ μὲν γὰρ ὡς ἔχοντες ἡμᾶς ἐφρόνουν, ἐγὼ δὲ μικρὸν ὡς μενῶν ἔτι χρόνον.
Ἦν ταῦτα. θεῖος δ' αὖθις ἤστραπτεν λόγος, τάχιστα πυκνωθέντος ὥσπερ ἑρκίου ἢ καὶ φάλαγγος τοῦ πεπονθότος μέρους τάχει στρατηγίας τε καὶ πλήθει χερός. οἱ γὰρ τὸ πρόσθεν δέσμιοι τῶν δογμάτων καὶ τοῦτ' ἔχοντες εἰς τὸ συγκεῖσθαι μόνον ὁρῶντες, οἷ' ἔπασχον, ἔστεργον πλέον. τοὺς μὲν γὰρ ἦγεν ἡ τριὰς λαλουμένη, μακρὸν ἀποδημήσασα τοῦ λόγου χρόνον- ὀκνῶ γὰρ εἰπεῖν, ὡς πάλαι τεθαμμένη-, τὸ πατρικὸν κήρυγμα καὶ προσήλυτον. ἦν γάρ ποτ', εἶτ' ἔληξεν, εἶτ' ἦλθεν πάλιν τὴν ἐκ τάφων ἀνάστασιν πιστουμένη. τοῖς δ' ἦν λόγος τις τῶν ἐμῶν ἴσως λόγων, οἱ δ' ὡς ἀθλητῇ καρτερῷ προσέτρεχον, οἱ δ' ὡς ἑαυτῶν ἔργον εἶχον ἀσμένως. οἱ μέν, πύθεσθε ταῦτα τῶν εὖ εἰδότων, οἱ δ', ἐκδιηγήσασθε τοῖς οὐκ εἰδόσιν- εἴπερ τινὲς τοσοῦτον ὑμῶν μακρόθεν ἢ τῆς κρατούσης νῦν Ἰταλῶν ἐξουσίας-, ὡς ἂν λαληθῇ ταῦτα καὶ τοῖς ὕστερον ὡς ἄλλο τῶν καινῶν τι τοῦ βίου κακῶν, ὧνπερ ὁ μάταιος ὁλκὸς ἡμερῶν φέρει πλεῖον τὸ χεῖρον ἐμπλέκων τῷ κρείσσονι. Οὔπω λέγω τὸν ὀρθὸν ἐν πίστει λεών, τὸν τῆς ἐμῆς ὠδῖνος εὐγενῆ τόκον, οὓς ἔστιν εἰπεῖν οὐδενὸς πεφηνότος τῶν συμφρονούντων τῷ παρόντι προστρέχειν, ὡς τοὺς ἀνύδρους ταῖς φανείσαις ἰκμάσι, λιμοῦ βοηθὸν τὸν λόγον ποιουμένους, ἢ φωτὶ μικρῷ τοὺς ἄγαν σκοτουμένους. τί δ' ἄν τις εἴποι τῶν ξένων τῆς πίστεως, ὅπως ἔχαιρον τῷ λόγῳ, μεμνημένος; Πολλαὶ μέν εἰσιν αἱ παρέξοδοι λίαν τῆς ἀπλανοῦς τε καὶ τεταγμένης ὁδοῦ πᾶσαι φέρουσαι πρὸς βυθοὺς ἀπωλείας, εἰς ἃς διεῖλεν ὁ φθορεὺς τὴν εἰκόνα, ὡς ἂν παρείσδυσίν τιν' ἐντεῦθεν λάβοι γνώμας τεμών, οὐ γλῶσσαν ὡς πάλαι θεός. ἐντεῦθέν εἰσιν αἱ νόσοι τῶν δογμάτων· οἱ θεῖον οὐδὲν εἰδότες ἢ φορὰν μόνην, ὑφ' ἧς γενέσθαι καὶ φέρεσθαι πᾶν τόδε· οἱ πλῆθος εἰσάγοντες ἀνθ' ἑνὸς θεῶν καὶ τοῖς ἑαυτῶν προσπεσόντες πλάσμασιν· οἱ τὴν πρόνοιαν μὴ διδόντες τοῖς κάτω καὶ πάντα συντιθέντες ἀστέρων πλοκαῖς. ὅσοι τε λαὸς ὄντες ἔκκριτος θεοῦ τὸν υἱὸν ἐσταύρωσαν εἰς τιμὴν πατρός· ὅσοι τε μικροῖς εὐσεβεῖς ἐντάλμασιν, οἵ τ' ἀγγέλους