1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

πάντων θεότητος εἰπών τις οὐχ ἁμαρτήσεται. ὡς γὰρ τοῖς σωματικοῖς ὀφθαλμοῖς ῥεύματός τινος δριμυτέρου τὸ ὀπτικὸν πνεῦμα θολώσαντος ἴδιον ὁ ζόφος γίνεται διὰ τὴν τῆς παχύτητος πρὸς τὸ σκότος συγγένειαν, εἰ δὲ δαπανη θείη διά τινος θεραπείας τὸ διοχλῆσαν τῷ πνεύματι, πάλιν τὸ φῶς οἰκεῖον καὶ κατάλληλον γίνεται τῷ καθαρῷ τε καὶ αὐγοειδεῖ τῆς κόρης καταμιγνύμενον, τὸν αὐτὸν τρόπον ἐπειδὴ ῥεύματός τινος δίκην δι' ἀπάτης τοῦ ἀντικειμένου ἐπερρύη τῷ ὀπτικῷ τῆς ψυχῆς ἡ κακία, ἑκουσίως πρὸς τὸν σκοτεινὸν βίον ὁ λογισμὸς ἐπεκλίθη διὰ τοῦ πάθους οἰκειωθεὶς τῷ ζόφῳ (Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καθώς φησιν ἡ θεία φωνή), ἐκδαπανηθέντος δὲ τοῦ κακοῦ ἐκ τῶν ὄντων καὶ εἰς τὸ μὴ ὂν αὖθις μεταχωρήσαντος πάλιν μεθ' ἡδονῆς ἀναβλέπει πρὸς τὸ φῶς ἡ φύσις τοῦ ἐπιθολοῦντος τὸ καθαρὸν τῆς ψυχῆς ἐκχωρήσαντος. 9.58 Μάταιον τοίνυν δέδεικται διὰ τῶν εἰρημένων τὸ δυσμενῶς πρὸς τὴν τῆς σαρκὸς ἔχειν φύσιν· οὐ γὰρ ταύτης ἤρτηται τῶν κακῶν ἡ αἰτία (ἢ γὰρ ἂν κατὰ πάντων ἐπίσης ἔσχε τὸ κράτος τῶν τὸν σωματικὸν εἰληχότων βίον), ἀλλ' ἐπειδὴ τῶν ἐπ' ἀρετῇ μνημονευομένων ἕκαστος καὶ ἐν σαρκὶ ἦν καὶ ἐν κακίᾳ οὐκ ἦν, φανερὸν διὰ τούτων ἐστὶν ὅτι οὐ τὸ σῶμα τῶν παθημάτων αἴτιον ἀλλ' ἡ προαίρεσις ἡ δημιουργοῦσα τὰ πάθη. τὸ μὲν γὰρ σῶμα καταλλήλως τῇ ἰδίᾳ κινεῖται φύσει, δι' ὧν συντηρεῖται πρὸς τὴν ἑαυτοῦ σύστασιν καὶ διαμονὴν πρὸς ταῦτα ταῖς ἰδίαις ὁρμαῖς διοικού μενον. οἷόν τι λέγω· βρώσεώς ἐστιν αὐτῷ χρεία καὶ πόσεως ὥστε τὸ διαπνευσθὲν τῆς δυνάμεως πάλιν ἀντεισαχθῆναι τῷ λείποντι. πρὸς τοῦτο κινεῖται ἡ ὄρεξις. πάλιν διὰ τῆς τῶν γινομένων διαδοχῆς θνητὴ οὖσα ἡ τοῦ σώματος φύσις ἀθανατίζεται. διὰ τοῦτο καὶ πρὸς ταύτην τὴν ὁρμὴν ἐπιτη δείως ἔχει. ἔτι πρὸς τούτοις γυμνὸν τοῦ ἐκ τῶν τριχῶν σκεπάσματος τὸ σῶμα πεποίηται, οὗ χάριν τῆς ἔξωθεν περιβολῆς ἐδεήθημεν. ἀλλὰ καὶ πρὸς φλογμόν τε καὶ κρύος καὶ ἐπομβρίαν ἀντισχεῖν οὐ δυνάμενοι τὴν ἐκ τῶν οἴκων σκέπην ἐπεζητήσαμεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁ μὲν λελογισμένως πρὸς τὴν χρείαν βλέπων δέχεται τούτων ἕκαστον ἀπραγμόνως ὅρον τῆς ὀρέξεως τὸν σκοπὸν τῆς χρείας ποιούμενος· οἶκον ἱμάτιον συζυγίαν τροφήν, δι' ἑκάστου τούτων θεραπεύων τὸ ἐνδέον τῆς φύσεως. ὁ δὲ τῶν ἡδονῶν ὑπηρέτης ὁδοὺς παθημάτων τὰς ἀναγκαίας χρείας ἐποίησεν ἀντὶ μὲν τῆς τροφῆς τὴν τρυφὴν ἐπιζητῶν, ἀντὶ δὲ τῆς περιβολῆς τὸν καλλωπισμὸν προαιρούμενος, ἀντὶ δὲ τῆς τῶν οἴκων χρείας 9.59 τὴν πολυτέλειαν, ἀντὶ δὲ τῆς παιδοποιΐας πρὸς τὰς παρανό μους τε καὶ ἀπηγορευμένας ἡδονὰς βλέπων. διὰ τοῦτο ἥ τε πλεονεξία πλατείαις ταῖς πύλαις τῇ ἀνθρωπίνῃ ζωῇ εἰσεκώ μασεν, καὶ ἡ μαλακία καὶ ὁ τῦφος καὶ ἡ χαυνότης καὶ ἡ πολυειδὴς ἀσωτία καὶ τὰ τοιαῦτα ὥσπερ τινὲς ὄζοι καὶ ξη ράδες τῶν ἀναγκαίων χρειῶν παρεβλάστησαν διὰ τὸ παρελθεῖν τοὺς τῆς χρείας ὅρους τὴν ὄρεξιν καὶ τοῖς ἐπ' οὐδενὶ χρησίμῳ σπουδαζομένοις ἐπιπλατύνεσθαι. τί γὰρ κοινὸν ἔχει πρὸς τὸ τῆς τροφῆς χρήσιμον ὁ διάγλυφος ἄργυρος χρυσῷ καὶ λίθοις ἐπανθιζόμενος; ἢ τίνος χάριν ἐπεδεήθη τὸ ἱμάτιον τοῦ χρυσοῦ νήματος καὶ τῆς εὐανθοῦς πορφυρίδος καὶ τῆς ὑφαν τικῆς ζωγραφίας, δι' ἧς πόλεμοι καὶ θῆρες καὶ τὰ τοιαῦτα τοῖς χιτῶσί τε καὶ τοῖς ἐπενδύμασι παρὰ τῶν ὑφαινόντων ἐνζωγραφοῦνται, οἷς συμμαχοῦσα ἡ τῆς πλεονεξίας ἐνεφύη νόσος; ἵνα γὰρ ἐπιτύχωσι τῆς πρὸς ταῦτα παρασκευῆς καὶ δυνάμεως, τὰς τῶν ἐπιθυμουμένων ὕλας παρὰ τῆς πλεονεξίας πορίζονται. ἡ δὲ πλεονεξία τῇ ἀπληστίᾳ τὴν εἴσοδον ἤνοιξεν, ἥτις ἐστὶ κατὰ τὸν Σολομῶνα ὁ τετρημένος πίθος ἀεὶ τοῖς ἐπαντλοῦσι λείπων καὶ κενὸς εὑρισκόμενος. οὐκοῦν οὐ τὸ σῶμα τὰς τῶν κακῶν ἀφορμὰς ἀλλ' ἡ προαίρεσις ἐμποιεῖ τὸν σκοπὸν τῆς χρείας εἰς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἐκτρέπουσα.

Μὴ τοίνυν κακιζέσθω παρὰ τῶν ἀπερισκέπτων τὸ σῶμα, ᾧ μετὰ ταῦτα διὰ τῆς παλιγγενεσίας μεταστοιχειωθέντι πρὸς τὸ θειότερον ἡ ψυχὴ καλλωπίσεται τὰ περιττά τε καὶ 9.60 ἄχρηστα ὡς πρὸς τὴν ἀπόλαυσιν τῆς μελλούσης ζωῆς τοῦ