12
καὶ μεταστὰς τα-πεινοφρονεῖν ἀσπαζόμενος, παρεμποδίζεις τοὺς ἐγ-κωμιάζειν σε θέλοντας. Πλὴν κἄν τε τοῦτο, κἄν τε τὸ πρὸ αὐτῶν, ἡμεῖς τὸ χρέος, ὅσον εἰς δύναμιν, ἀφ-οσιούμεθα, καὶ πιστεύομεν, ὡς οὐδ' ἀποστραφήσῃ ἡμᾶς τοὺς θερμοὺς φιλοπάτορας· ἀλλ' ὡς παίδων προσφιλῆ γονεῦσι δέξῃ ψελλίσματα. Σὺ δὲ τῷ θείῳ παριστάμενος θυσιαστηρίῳ, καὶ τῇ ζωαρχικῇ καὶ ὑπεραγίᾳ λειτουργῶν σὺν ἀγγέλοις Τριάδι, μέμνησο πάντων ἡμῶν, αἰτούμενος ἡμῖν ἁμαρτημάτων ἄφεσιν, αἰωνίου τε βασιλείας ἀπόλαυσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ θείῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.