1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες, ζήσονται ἐν αὐταῖς.» 46.232

ΙΘʹ. Ὅτι ταραχθήσεται Ἡρώδης, καὶ οἱ μετ' αὐτοῦ πάντες.

Ἱερεμίας φησὶ, «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ

βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.»

Κʹ. Περὶ τοῦ Βαπτίσματος.

Ἰεζεκιὴλ, «Καὶ εἶπε Κύριος πρός με· Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν

Γαλιλαίαν, ἁγιάσει τὰ ὕδατα. Καὶ ἔσται, πάσῃ ψυχῇ, ἐφ' ἣν ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο, ζήσεται καὶ ἰαθήσεται·» Ἱερεμίας, «Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου.»

ΚΑʹ. Περὶ τῆς εἰς Αἴγυπτον τοῦ Κυρίου καθόδου.

Ἡσαΐας λέγει, «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς

Αἴγυπτον, καὶ σεισθήσεται πάντα τὰ χειροποίητα Αἰγύπτου.» Καὶ πάλιν, «Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» ΚΒʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Ἡσαΐας, «Καὶ νῦν Κύριος ἐξαπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Τῆς Ἐξόδου, «Καὶ εἶπε τῷ Μωϋσεῖ· Ἀνάγαγέ μοι ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σὲ Πνεύματος, καὶ ἐκχεῶ ἐπ' αὐτοὺς, καὶ ἀντιλήψομαί σε.» ∆αβὶδ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Καὶ πάλιν, «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Ἰὼβ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» Καὶ πάλιν, «Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.» Καὶ πάλιν, «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισί.» Ζαχαρίας, «Ἐγώ εἰμι ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Σολομὼν, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» 46.233 Ἡσαΐας· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. ̔Ο οἶκος τοῦ Ἰακὼβ παρώξυναν τὸ Πνεῦμα Κυρίου.» Ἰωήλ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» δηλαδὴ τὴν πιστεύουσαν, «καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν,» καὶ τὰ ἑξῆς. Ἡσαΐας· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,» καὶ, «Ἐπαναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ πνεύματα.» Καὶ, «Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ, «Πνεῦμα ἐπιστήμης ἔπλησε Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· Πνεῦμα παροξυνόμενον, καὶ Πνεῦμα ἐξᾶραν Ἠλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρ' Ἐλισσαίου διπλάσιον.» Καὶ, «Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.» Καὶ, «Ἰδοὺ ὁ παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Καὶ, «Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκην οὐ διὰ τοῦ Πνεύματός μου.» Καὶ, «Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.» Καὶ ὅτι ἡ ἀνάστασις διὰ τοῦ Πνεύματος ἐνεργεῖται, ∆αβὶδ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.»