1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

12

σκληρύνει». Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; Τότε ἐπήγαγεν· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Οἰκονομίας τοίνυν ζητοῦντας περιεργάζεσθαι ἐπιστομίζει ὁ Παῦλος. Εἶτα ἐκείνοις μὲν οὐδὲ ταῦτα ἐφεῖται· σὺ δὲ τὴν μακαρίαν αὐτὴν οὐσίαν τὴν πάντα οἰκονομοῦσαν πολυπραγμονῶν, οὐχ ἡγῇ ἄξιος εἶναι μυρίων σκηπτῶν; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας; Ἄκουσον τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι' ἐκείνου· «Εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι, ποῦ ἔστιν ὁ φόβος μου;» Ὁ γὰρ φοβούμενος οὐ περιεργάζεται, ἀλλὰ προσκυνεῖ, οὐ πολυπραγμονεῖ, ἀλλ' εὐφημεῖ καὶ δοξάζει. ∆ιδασκέτωσάν σε ταῦτα καὶ αἱ ἄνω δυνάμεις καὶ ὁ μακάριος Παῦλος· οὐ γὰρ ἑτέροις μὲν ταῦτα ἐπιπλήττει, αὐτὸς δὲ οὐχ οὕτω διάκειται. Ἄκουσον γοῦν τί Φιλιππησίοις φησί, δεικνὺς ὅτι μερικὴν ἐπίγνωσιν ἔχει, καθάπερ καὶ Κορινθίοις γράφων ἔλεγεν ὅτι «Ἐκ μέρους γινώσκομεν» καὶ τοῦ παντὸς οὐδέπω, καὶ νῦν ἐπείληπται· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Τί ταύτης σαφέστερον τῆς φωνῆς; Σάλπιγγος λαμπρότερον ἐβόησε τὴν οἰκουμένην ἅπασαν παιδεύων ἀγαπᾶν καὶ στέργειν τῷ δοθέντι τῆς γνώσεως μέτρῳ καὶ μὴ νομίζειν τὸ πᾶν ἀπειληφέναι νῦν. Τί λέγεις; εἰπέ μοι· τὸν Χριστὸν ἔχεις ἐν σεαυτῷ λαλοῦντα, καὶ λέγεις ὅτι «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι»; ∆ιὰ γὰρ αὐτὸ τοῦτο, φησίν, εἶπον, ὅτι τὸν Χριστὸν ἔχω ἐν ἐμαυτῷ λαλοῦντα· αὐτός με ταῦτα ἐδίδαξεν. Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ἦσαν βοηθείας καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι», αὐτοὶ τοῦ παντὸς ἐπειλῆφθαι ἐνόμισαν. Καὶ πόθεν δῆλον, φησίν, ὅτι περὶ πίστεως ταῦτα λέγει καὶ γνώσεως καὶ δογμάτων, καὶ οὐχὶ περὶ βίου καὶ πολιτείας· ὅτι ἀτελῆ ἐμαυτὸν νομίζω ἐν βίῳ καὶ πολιτείᾳ; Μάλιστα μὲν οὖν τοῦτο δῆλον ἐποίησεν εἰπών· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ὁ δὲ τὸν στέφανον μέλλων ἀπολαμβάνειν καὶ τὸν δρόμον τελέσας, οὐκ ἂν εἶπεν· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι.» Ἄλλως δὲ τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, οὐδενὶ τῶν ἀνθρώπων ἐστὶν ἀφανῆ, ἀλλὰ πᾶσι δῆλα καὶ γνώριμα, καὶ βαρβάροις καὶ Πέρσαις καὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, αὐτῆς ἀναγνώσομαι τῆς περικοπῆς ἀκολουθίαν. Εἰπὼν γάρ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας» καὶ πολλὰ διαλεχθεὶς περὶ τῶν εἰσαγόντων ἰουδαϊκὰ δόγματα ἀκαίρως, ἐπήγαγε λέγων· «Ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγήσομαι τὰ πάντα ζημίαν, ἵνα εὑρεθῶ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν ἐκ Θεοῦ δικαιοσύνην, τὴν διὰ τῆς πίστεως Ἰησοῦ Χριστοῦ.» Εἶτα λέγει ποίας πίστεως· «... τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ». Τί ἐστι «δύναμιν ἀναστάσεως αὐτοῦ»; Καινός τις, φησίν, ἀναστάσεως ἐδείχθη τρόπος. Πολλοὶ μὲν γὰρ καὶ πρὸ ἐκείνου πολλάκις ἀνέστησαν νεκροί, οὕτω δὲ οὐδὲ εἷς. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἀναστάντες πάλιν εἰς τὴν γῆν ὑπέστρεφον καί, πρὸς καιρὸν ἀπαλλαττόμενοι τῆς τοῦ θανάτου τυραννίδος, ὑπὸ τὴν ἀρχὴν πάλιν ἤγοντο τὴν ἐκείνου· τὸ δὲ σῶμα τὸ δεσποτικὸν ἀναστὰν οὐκ εἰς τὴν γῆν ὑπέστρεψεν, ἀλλ' εἰς τοὺς οὐρανοὺς ἀνέβη καὶ πᾶσαν τοῦ ἐχθροῦ κατέλυσε τὴν τυραννίδα καὶ μεθ' ἑαυτοῦ τὴν οἰκουμένην συνανέστησεν ἅπασαν καὶ νῦν τῷ θρόνῳ κάθηται τῷ βασιλικῷ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνὺς ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν ἐπὶ τῇ πίστει· «... τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμός- μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί- , τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται