1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

12

ἀλόγοις; οὐδὲν τραχύτερον τῆς ὁδοῦ ταύτης. Τίς οὐκ ἂν φύγῃ τραχεῖαν ὁδόν; Τίς οὐκ ἀποσταίη δίψους; Αὕτη δὲ οὔτε μετὰ παραίνεσιν τὴν ἀπὸ τῶν λόγων. Τί ἐστιν, ἀνδριοῦμαι; τῇ φιλονεικίᾳ ἐπιμενῶ. *Ὁρᾷς ὅτι τὸ ἄνω κείμενον, ὅτι Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, οὐκ ἀποστρεφομένων τὴν μετάνοιαν λέγει, ἀλλὰ γνησίαν τὴν ἐκ τῶν ἁμαρτημάτων ζητῶν ἐπιστροφήν. Ἐπειδὴ 64.773 τοίνυν ἔφη ἄνω· Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου, παραινεῖ αὐτῇ νῦν, μὴ κάμνειν περὶ τὴν τῶν εἰδώλων θεραπείαν, τὰ ὄρη καταλαμβάνουσαν, μηδὲ ἐπιθυμεῖν ἐκείνων τῶν ματαίων. Τοῦτο γὰρ μηνύει, Τὸν φάρυγγά σου ἀπὸ δίψους. Κατὰ μέντοι τὸν Ἑβραῖον οὕτως ἔχει, Ἀπόστρεψοντὸν πόδα σου τοῦ περιπατεῖν ἀνυπόδετος, καὶ τὴν φωνήν σου ἀπὸ κλαυθμοῦ. Τουτέστι, Μεταβαλοῦ τὴν γνώμην, ὥστε μὴ αἰχμάλωτον γενέσθαι καὶ πενθεῖν ἐπὶ τοῖς καταλαβοῦσι κακοῖς, σώζεται δὲ ἐν ἑκατέρῳ ἡ ἔννοια ἡ αὐτή. Ὁ μὲν γὰρ τὰ ἀποβαίνοντα ἐκ τῆς ἀσεβείας ἔφη· Ὁ δὲ Ἑλληνικὸς τὴν αἰτίαν τῶν κακῶν. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι. Οὐ βούλομαι, τουτέστιν, ἀρκῶ ἐμαυτῇ. Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται. *Τουτέστιν ὡς ἐπαυτοφώρῳ ληφθεὶς κλέπτης ἀρνήσασθαι οὐ δύναται, οὕτω καὶ οὗτοι τῶν συμφορῶν καταλαβουσῶν οὐκ ἂν ἀρνηθεῖεν τῶν εἰδώλων τὴν ἀσθένειαν, αἰσχυνόμενοι τῇ περὶ αὐτὰ θεραπείᾳ. Οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. Ἐπειδὴ πολλάκις τῶν τιμωριῶν τοῦτο μᾶλλον ἡμᾶς θορυβεῖ, καὶ τοῦτο τίθησιν, ὃ μετὰ τὸν ἐμπρησμὸν γέγονεν. Τῶν γὰρ ψευδοπροφητῶν ἀπατώντων αὐτοὺς εἰκῆ, καὶ φυσώντων τοὐναντίον ἐξέβη, καὶ ἐγένετο, καὶ γέγονεν αἰσχύνη μεγάλη, καὶ ᾐσχύνθησαν οἱ βασιλεῖς, ὡς οὐ δυνάμενοι προστῆναι, οἱ ἱερεῖς μὴ πειθαρχήσαντες τοῖς παρὰ Θεοῦ, οἱ προφῆται διὰ τοὺς μάντεις. Τῷ ξύλῳ εἶπαν· Ὅτι πατήρ μου εἶ σύ. Τί ταύτης χεῖρον τῆς ἀναισθησίας; Εἰ γὰρ μὴ Θεὸν ἐγκατέλιπον, τί ταύτης τῆς πηρώσεως χαλεπώτερον; Ἀλλὰ τῷ ξύλῳ οὐκ εἶπε, φησὶν, ἀλλὰ τῷ δαίμονι τῷ τὸ ξύλον κινοῦντι. Καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα. Χείρων ἁμαρτία αὕτη. Τίνα κατέλιπον; Πῶς ἀπεστράφησαν; Συνεχῶς αὐτῶν λέγει τὰ ἁμαρτήματα. Ὁρᾷς ὅσον ἀγαθὸν τὰ κακὰ, ὅταν τὸν Θεὸν ἐπιγινώσκειν ποιεῖ. Ὁρᾷς ὅτι παρὰ ῥᾳθυμίαν ἡ πλάνη; Ὁρᾷς ὅτι παρὰ ἄνοιαν; Ὁρᾷς, ὅτι παρὰ τὰ ἄλλα τὰ ἀνθρώπινα ἁμαρτήματα ἄλλ'. ἐλαττώματα. Ὅτι κατ' ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα. Πάλιν ὄνειδος, ὅταν ποιηταὶ τῶν θεῶν ὦσι. Οὐδὲ γὰρ ὅτι ἐλάχιστοί εἰσιν ἔχει εἰπεῖν, οὐδὲ γὰρ ὅτι μακράν. Κατὰ ἀριθμὸν γὰρ τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα. Ἵνα τί λαλεῖτε πρός με· πάντες ὑμεῖς ἠσεβήσατε Οὐκ ἔστιν εἰπεῖν ὅτι οἱ μὲν, ναὶ, οἱ δὲ, οὔ. Ἵν' οἱ διαφεύγοντες τὴν πλάνην τοῖς ἄλλοις γένωνται παραμυθία. Ἄρα οὐδὲ καλεῖν τὸν Θεὸν ἄξιοί ἐσμεν ἀσεβοῦντες· οὐδὲ ἐν συμφοραῖς αὐτῷ εὔχεσθαι, ὅταν ἐν ἀδείᾳ αὐτὸν ἀγνοῶμεν, λέγει Κύριος· Μὴ γὰρ ἐγὼ λέγω; Ὁ ὑβρισθεὶς, ὁ τὰ πάντα εἰδώς. 64.776 Μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν. Τοὺς προφήτας. Ἀλλ' οὐκ ἔδει τὰ παιδία, ἀλλὰ τοὺς ἀπατῶντας, καὶ τοῦτο ἐποίησε, φησὶ, καὶ οὐχ ἁπλῶς, οὐδὲ κοινῷ θανάτῳ· ἵνα μή τις τῇ φύσει τοῦτο λογίσηται, ἀλλ' ἵνα μάθωσιν ὅτι ἀπὸ Θεοῦ γέγονεν ἡ ὀργή. *Οὔτε εὐεργετούμενοι, τὸν εὐεργέτην ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. Μάχαιρα, γὰρ, φησὶ, κατέφαγε. Τοὺς μὲν γὰρ, Ἠλίας ὁ προφήτης, τοὺς δὲ Ἰηοῦ ὁ βασιλεὺς, τοὺς δὲ Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς σφαγῇ παραδέδωκεν. Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ; Μὴ ἔρημος, τουτέστι μὴ ἄκαρπος. Εἰ γὰρ ἄκαρπος, ἀναχωρῆσαι αὐτοὺς ἐχρῆν. Οὐδὲ οὕτω μὲν οὖν, οὐ γὰρ μισθῷ δουλεύειν δεῖ τῷ Θεῷ. Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς; Ὁ δὲ λαός μου. Ὅρα πάλιν ὑφειμένον τὸν λόγον. Ὃ μάλιστα ἐζήτουν ἄνθρωποι, τὴν δόξαν, οὐκ ἔστιν