12
δικαιωθήσονται· καὶ, Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως. ∆ιὸ καὶ ὁ Κύριος ἔλεγε· Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βρο χὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥιψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὅστις δὲ ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Τὸ δὲ, Ἠδολέσχουν ἐν τοῖς δικαιώ μασί σου, ἐνδελεχῶς, φησὶ, τὴν τούτων ἐποιούμην με λέτην. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. ηʹ. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑπο σχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδί δαξάς με. Μνήσθητι οὖν, ∆έσποτα, τῶν ὑποσχέσεων, ὧν ἐπηγγείλω ἡμῖν. Ἔφης γὰρ τοῖς μαθηταῖς σου· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συν τελείας τοῦ αἰῶνος. Καὶ οὐ μόνον αὐτοῖς τοῦτο ἐπηγ γείλω, ἀλλὰ καὶ ἡμῖν πᾶσι τοῖς πιστεύουσι δι' αὐτῶν εἰς τὸ ὄνομά σου. Μνήσθητι οὖν ἡμῶν, καὶ μεθ' ἡμῶν γενοῦ, καὶ μὴ ἀποστῇς ἀφ' ἡμῶν, ἵνα μὴ ἀπολώμεθα. Αὐτή με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς θλίψεσιν. Αὐτὴ ἡ ὑπόσχεσις πα ράκλησίς μοι γέγονε καὶ ἀναψυχὴ, καὶ ἐπὶ ταύτης ὀχού μενος ὑπερέπλευσα τῶν κυμάτων. ∆ιὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου ποιεῖσθαι. Ὑπερήφανοι παρ ηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου οὐκ ἐξ έκλινα. Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀποσταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλ' ἐκεῖνοι μὲν παράνομον ἠσπάσαντο βίον, ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ 55.686 καλλίνικοι μάρτυρες, ὑπὸ τῶν ἀπηνῶν καὶ δυσσεβῶν 55.686 τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες. Ὑπερηφανεύοντο δὲ σφόδρα καὶ οἱ Φαρισαῖοι μὴ προ αιρούμενοι ἀκοῦσαι τῆς διδασκαλίας τοῦ Χριστοῦ. ∆ιὸ καὶ ἔλεγεν αὐτοῖς· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρι σαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐ ρανῶν. Οὐ μόνον γὰρ ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέ λοντας εἰσελθεῖν κωλύετε. Ἔτι ὑπερηφανεύοντο οἱ ἄρ χοντες καὶ οἱ ἱερεῖς τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων, λέγοντες αὐτοῖς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν τὸν λόγον τοῦτον; Καὶ ἰδοὺ πεπλη ρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οἱ δὲ ἀπεκρίναντο αὐτοῖς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν, ἢ τοῦ Θεοῦ, κρίνατε. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶ νος, Κύριε, καὶ παρεκλήθην. ∆ιωκόμενος οὖν ὁ χο ρὸς τῶν ἀποστόλων καὶ μαρτύρων πάντων ἐμιμνή σκοντο τῶν κριμάτων τοῦ Θεοῦ τῶν ἀπ' αἰῶνος· οἷα πέπονθεν ὁ Ἄβελ ὑπὸ τοῦ ἀδελφοκτόνου Κάϊν· οἷα ὁ Ἀβραὰμ, οἷα ὁ Μωϋσῆς· τὰ κατὰ τὸν Ἰσαὰκ τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰώβ· καὶταῦτα ἐγίνετο αὐτοῖς παράκλησις καὶ παραμυθία· καὶ ὅπως ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς ὕστερον καὶ περίβλεπτοι ἐγένοντο. Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐκαρπωσάμην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐγὼ μὲν πάσχων κακῶς, τῇ μνήμῃ τῶν σῶν ἐψυχαγω γούμην κριμάτων· ἠνιώμην δὲ ὅλως καὶ διετέλουν ἀσχάλλων πολλοὺς ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νό μους. Ταῦτα καὶ ὁ