12
ἐνόμιζον θεούς. ∆ιὰ τοῦτο ὁ Ἀπόστολος ψεύστας αὐτοὺς εἶπεν. Ἀλλὰ τὸ ζητούμενον, τί δήποτε ἀπὸ τῶν Ἑλληνικῶν ἄγει τὰς μαρτυρίας. Ὅτι μάλιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς μαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ' αὐτοῖς θαυμαστοὺς, τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. ∆ιὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγάλα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ' αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός. Εἶπεν οὖν, ὅτι Ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Τὸ δὲ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, περὶ τοῦ ∆ιὸς εἴρηται τῷ Ἀράτῳ· ὃς ἐπεὶ ἀρχόμενος εἶπε, Μεσταὶ δὲ ∆ιὸς μὲν ἀγυιαὶ, μεστὴ δὲ θάλασσα, τότε ἐπήγαγε τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, δεικνὺς οἶμαι κἀκεῖνος ὅτι γεγόναμεν ἐκ Θεοῦ. Πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ ∆ιὸς εἰρημένα εἰς τὸν Θεὸν τῶν ὅλων εἵλκυσεν; Οὐ τὰ περὶ τοῦ ∆ιὸς εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῷ ∆ιὶ, ταῦτα ἀποδίδωσι τῷ Θεῷ· ἐπεὶ καὶ τὸ, θεὸς, ὄνομα αὐτοῦ μόνου ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. Ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι; ἀπὸ τῶν προ 62.678 φητῶν; Ἀλλ' οὐκ ἂν ἐπίστευσαν· ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν Εὐαγγελίων φθέγγεται, ἀλλ' ἀπὸ τῶν προφητῶν· διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον. βʹ. Τοῦτο καὶ ὁ Θεὸς ποιεῖ· οἷον ἐπὶ τῶν μάγων, οὐ δι' ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι' ἀποστόλου, οὐ δι' εὐαγγελιστοῦ, ἀλλὰ πόθεν; ∆ιὰ ἄστρου· ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. Πάλιν ἐπὶ τῶν βοῶν ἐπὶ τῆς κιβωτοῦ, Ἐὰν πορευθῶσι, φησὶ, τήνδε τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. Οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις; Ἄπαγε· ἀλλ' ἀπὸ τῶν οἰκείων στομάτων αὐτοὺς ἐλέγχει καὶ καταπλήττει. Πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου· καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν καταλαμβάνειν. Τίνος οὖν ἕνεκεν ἐπεστόμισε τὸν δαίμονα ὁ Παῦλος τὸν λέγοντα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας; τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι; Ἐκεῖ μὲν εἰκότως· καὶ γὰρ τὰ σημεῖα προεχώρει· ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ' αὐτὸς ἑαυτὸν ἐκήρυττε· καὶ οἱ δαίμονες δὲ οὐ προσεκυνοῦντο. Οὐκ ἦν γὰρ εἴδωλον τὸ φθεγγόμενον, ἵνα κωλυθῇ. Καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν. Οὕτω πανταχοῦ συγκαταβαίνει. Καὶ τί τοῦτο θαυμάζεις; Αὐτὸς περὶ ἑαυτοῦ ἀφίησι δόξας πονηρὰς καὶ ἀναξίους ἑαυτοῦ συνίστασθαι, οἷον ὅτι σῶμα ἦν πρότερον, ὅτι ὁρατός· πρὸς τοῦτο γοῦν λέγει, Πνεῦμα ὁ Θεός. Πάλιν ὅτι χαίρει ταῖς θυσίαις, ὅπερ ἦν ἀλλότριον αὐτοῦ, καὶ ῥήματα φθέγγεται ἀπᾴδοντα αὐτοῦ τῆς ὁμολογίας· καὶ ὅσα τοιαῦτα. Οὐδαμοῦ γὰρ τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ ἡμῖν χρήσιμον. Εἰ γὰρ πατὴρ οὐχ ὁρᾷ τὴν ἀξίαν τὴν ἑαυτοῦ, ἀλλὰ συμψελλίζει τοῖς παιδίοις, καὶ τροφὴν καὶ ἐδέσματα καὶ πόματα οὐχ Ἑλληνικοῖς ὀνόμασι καλῶν, ἀλλὰ παιδικῇ τινι διαλέξει καὶ βαρβάρῳ, πολλῷ μᾶλλον ὁ Θεός. Καὶ ὀνειδίζει συγκαταβατικῶς διὰ τοῦ προφήτου, λέγων· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν· καὶ πανταχοῦ συγκατάβασίς ἐστι τὰ ἐν ταῖς Γραφαῖς, καὶ ῥήματα καὶ πράγματα. ∆ι' ἣν αἰτίαν, φησὶν, ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσι τῇ πίστει. ∆ιὰ τοῦτό φησιν, ἐπειδὴ ἦθος αὐτοῖς ἐστιν ἰταμὸν καὶ δολερὸν καὶ ἀκόλαστον.