12
τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική. Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ σπέρματα καταβάλλει τῆς εὐσεβείας, καὶ πρὸς ἀκμὴν τὸν καρπὸν ἄγει. Μὴ δὴ τοσούτων παραμελῶμεν ἀγαθῶν, μηδὲ ἀπολιμπανώμεθα συνάξεων, ἀλλὰ συνεχῶς ἐνταῦθα τρέχωμεν, ἵνα διηνεκῶς θεραπευώμεθα, καὶ μηδεὶς μήτε φθόνῳ βάλληται πλουτοῦντα ὁρῶν, μήτε πενίᾳ πιέζηται· ἀλλὰ καταμαθὼν τὴν ἀληθῆ τῶν πραγμάτων φύσιν, παρατρεχέτω μὲν τὰς σκιὰς, ἀντεχέσθω δὲ τῆς ἀληθείας. Καὶ γὰρ σκιὰ, εἰ καὶ μείζων τοῦ σώματος εἶναι δοκεῖ, ἀλλ' ὅμως σκιὰ τυγχάνει· ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ, ὅταν μακροτέρω τῆς ἀκτῖνος γενώμεθα· οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν. Ἕως μὲν γάρ τις μακροτέρω τῆς ἀρετῆς καθίστησιν ἑαυτὸν, μεγάλα φαίνεται τὰ τοῦ παρόντος βίου πράγματα· ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ φωτὶ τῶν θείων ἑαυτὸν καταστήσῃ Γραφῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδαμινὸν τῶν ἐπικήρων τούτων ὁρᾷ πραγμάτων, καὶ μανθάνει σαφῶς, ὅτι ποταμίων ὑδάτων οὐδὲν ἄμεινον ταῦτα διάκειται, ὁμοῦ τε φαινόμενα καὶ παρατρέχοντα. ∆ιά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Εἶδες ἀκρίβειαν λέξεως καὶ διαίρεσιν σαφεστάτην; Οὐδὲ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ', Ἡ δόξα τοῦ οἴκου αὐτοῦ, δεικνὺς ὅτι ἕτερον δόξα ἀνθρώπου, καὶ ἕτερον δόξα οἴκου. Τί τοίνυν δόξα ἀνθρώπου, καὶ τί δόξα οἴκου; ∆εῖ γὰρ ταῦτα εἰδέναι σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα πρὸ τῆς ἀληθείας ἀσπάσασθαι. Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι, χρυσοῦς ὄροφος, ἔδαφος ψηφίσι καλλωπισθὲν, λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐδὲν πρὸς τὸν ἄνθρωπον. Ἀνθρώπου δόξα, πίστις ὀρθὴ, ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐν 55.514 εὐχαῖς ἐκτένεια, ἡ τῆς ἐλεημοσύνης φιλοσοφία, σωφροσύνη, κοσμιότης, τὰ λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ' ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδραπόδων, ἢ ἱματίων πολυτέλειαν. Τὸ γὰρ θαυμαστὸν ἅπαν περὶ τὸ κτῆμα ἵσταται, οὐ διαβαῖνον πρὸς τὸν ἔχοντα. Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις. βʹ. Τοσοῦτον γοῦν ἀπέχει τούτων ἡ φύσις τῶν κτημάτων τοὺς ἔχοντας δόξῃ περιβαλεῖν, ὅτι καὶ λυμαίνεται αὐτὴν μεθ' ὑπερβολῆς. Καὶ γὰρ ὡς ὠμοὺς καὶ ἀπανθρώπους καὶ βαναύσους καὶ φιλοσοφίας ἀλλοτρίους, οὕτως ἅπαντες κωμῳδοῦσι τοὺς ἐν τούτοις τὴν περιουσίαν ἐπιδεικνυμένους· οὐ γάρ ἐστιν ἀνθρώπου δόξα ταῦτα, καθὼς εἶπον, ἀλλὰ τοῦ οἴκου· τοὺς μέντοι ἐν σωφροσύνῃ ζῶντας, κοσμιότητι, πραότητι,