1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον· καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, λέγων· Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ τῇ Γραφῆ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. δʹ. Ἀλλὰ τὸ μὲν ζήτημα ἱκανὴν ἔχει τὴν λύσιν· ἡμεῖς δὲ ἐπὶ τὸ λειπόμενον τῆς προσρήσεως μέρος τὸν λόγον ἀγάγωμεν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον, καὶ πόθεν εἰς ταῦτα ἐξέβημεν; Ἐμακαρίζομεν τὴν Πρίσκιλλαν καὶ τὸν Ἀκύλαν, ὅτι συνῴκουν τῷ Παύλῳ, ὅτι καὶ τὸν τρόπον τῆς στολῆς, καὶ τὸν τρόπον τῶν ὑποδημάτων, καὶ τὰ ἄλλα ἅπαντα μετὰ ἀκριβείας αὐτοῦ κατεμάνθανον. Ἐντεῦθεν τὸ ζήτημα ἡμῖν ἐτέχθη τοῦτο. Ἐζητοῦμεν γὰρ, τίνος ἕνεκεν, τοῦ Χριστοῦ ἀπαγορεύοντος μηδὲν ὅλως ἔχειν, εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο καὶ ὑποδήματα καὶ φελόνην ἔχοντες. Εἶτα ὁ λόγος ἀπέδειξεν, ὅτι οὐ παραβαίνοντες τὸν νόμον, ἀλλὰ καὶ σφόδρα τηροῦντες τούτοις ἐχρῶντο. Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα. Καὶ γὰρ ὁ Χριστὸς λύσας τὸν πρότερον νόμον, οὐχὶ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ κλίνας, οὐδὲ ἀργυρώματα, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐκέλευσεν ἔχειν, ἀλλὰ τῆς ἀνάγκης ἀπηλλάχθαι τῶν πρότερον εἰρημένων. Καὶ ὁ Παῦλος δὲ οὕτω παρῄνει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τὸ γὰρ περιττὸν τῆς χρείας εἰς τοὺς δεομένους ἀναλίσκεσθαι δεῖ· καθάπερ οὖν καὶ οὗτοι ἐποίουν, Πρίσκιλλα καὶ Ἀκύλας. ∆ιόπερ αὐτοὺς ἐπαινεῖ καὶ θαυμάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ, καὶ τὴν αἰτίαν τίθησι τῆς τοιαύτης ἀγάπης. Ποίαν δὴ ταύτην; Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Οὐκοῦν διὰ τοῦτο αὐτοὺς ἀγαπᾷς καὶ φιλεῖς, ἴσως εἴποι τις; Μάλιστα μὲν οὖν· εἰ καὶ τοῦτο μόνον ἦν, ἀρκοῦν ἐγκώμιον ἦν. Ὁ γὰρ τὸν στρατηγὸν σώσας, τοὺς στρατιώτας διέσωσεν ἄν· ὁ τὸν ἰατρὸν ἀπαλλάξας τῶν κινδύνων, τοὺς κάμνοντας εἰς ὑγείαν ἐπανήγαγεν· ὁ τὸν κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλον 51.202 τῶν κυμάτων ἀπήλλαξεν· οὕτω καὶ οἱ τὸν διδάσκαλον τῆς οἰκουμένης διασώσαντες, καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐκχέαντες ὑπὲρ τῆς ἐκείνου σωτηρίας, κοινοὶ τῆς οἰκουμένης ἦσαν εὐεργέται, ἐν τῇ περὶ τὸν διδάσκαλον προνοίᾳ τοὺς μαθητὰς ἅπαντας διασώσαντες. Ἵνα δὲ μάθῃς, ὅτι οὐ περὶ τὸν διδάσκαλον ἦσαν τοιοῦτοι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀδελφῶν τὴν αὐτὴν ἐπεδείκνυντο πρόνοιαν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, ἐπήγαγε λέγων· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Τί λέγεις; σκηνοποιοῖς, πτωχοῖς χειροτέχναις, οὐδὲν πλέον τῆς ἀναγκαίας ἔχουσι τροφῆς, πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν εὐχαριστοῦσι; καὶ τί τοσοῦτον οἱ δύο οὗτοι Ἐκκλησίας τοσαύτας ὠφελῆσαι ἴσχυσαν; ποίαν χρημάτων εἶχον περιουσίαν; ποῖον δυναστείας μέγεθος; τίνα παρὰ ἄρχουσι παῤῥησίαν; Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο· ὃ δὲ τούτων ἁπάντων μεῖζον ἦν, προθυμίαν γενναίαν καὶ ψυχὴν πρὸς κινδύνους παρατεταγμένην μετὰ πολλῆς τῆς περιουσίας εἶχον. ∆ιὰ τοῦτο πολλῶν εὐεργέται ἐγένοντο καὶ σωτῆρες. Οὐ γὰρ οὕτως οἱ πλουτοῦντες καὶ ψοφοδεεῖς ὡς οἱ πενίᾳ συζῶντες καὶ μεγαλόψυχοι τὰς Ἐκκλησίας ὠφελεῖν δύναιντ' ἄν. Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· ἀληθὲς γάρ ἐστι, καὶ ἀπ' αὐτῶν δείκνυται τῶν