1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

ἐπιστὰς ἀπαγάγῃ τὴν ἀπέχθειαν μεσολαβήσας, ἐκεῖ λοιπὸν εἰσαχθῆναι τὴν δίκην ἀνάγκη. Καθάπερ οὖν πολλοὶ τῶν ἀνθρώπων πρὸς ἀλλήλους ἀμφισβητοῦντες, 51.186 ἂν μὲν ἔξω φιλικώτερον διαλύσωνται πρὸς ἀλλήλους, καὶ ζημίας καὶ φόβου καὶ κινδύνων πολλῶν ἑαυτοὺς ἀπαλλάττουσι, κατὰ γνώμην ἑκατέροις τοῦ τέλους τῆς δίκης ἐκβαίνοντος· ἂν δὲ τῷ δικαστῇ καθ' ἑαυτοὺς ἐπιτρέψωσι, καὶ χρημάτων ζημία καὶ τιμωρία πολλάκις, καὶ τὸ τὴν ἔχθραν μένειν ἀκίνητον αὐτοῖς περιέσται· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν μὲν κατὰ τὴν παροῦσαν ζωὴν διαλυσώμεθα, πάσης ἑαυτοὺς κολάσεως ἀπαλλάξομεν· ἂν δὲ ἐχθροὶ μένοντες εἰς τὸ δικαστήριον ἀπέλθωμεν ἐκεῖνο τὸ φοβερὸν, τὴν ἐσχάτην δώσομεν δίκην ἐπὶ τῇ ψήφῳ τοῦ δικαστοῦ πάντως ἐκείνου, καὶ ἀμφότεροι τιμωρίαν ὑποστησόμεθα ἀπαραίτητον, ὁ μὲν ἀδίκως ὀργιζόμενος, διὰ τοῦτο ὅτι ἀδίκως, ὁ δὲ δικαίως, διὰ τοῦτο ὅτι δικαίως ἐμνησικάκησε. Κἂν γὰρ ἀδίκως ὦμέν τι πεπονθότες κακῶς, συγχώρησιν δεῖ προσνέμειν τοῖς ἠδικηκόσι. Καὶ σκόπει πῶς τοὺς ἀδίκως λυπήσαντας ὠθεῖ καὶ κατεπείγει πρὸς τὴν καταλλαγὴν τῶν ἠδικημένων. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Οὐκ εἶπε, Συνάγαγε, προσ-ένεγκε τὴν θυσίαν, ἀλλὰ, ∆ιαλλάγηθι, καὶ τότε προσ-ένεγκε. Ἄφες αὐτὴν κεῖσθαι, φησὶν, ἵνα ἡ ἀνάγκη τῆς προσφορᾶς καὶ ἄκοντα καταναγκάσῃ πρὸς τὴν καταλ-λαγὴν ἐλθεῖν τὸν δικαίως ὀργιζόμενον. Ὅρα πῶς προ-τρέπει πάλιν πρὸς τὸν παροξύναντα ἐλθεῖν, εἰπὼν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν, ὅπως καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσῃ ὑμῶν τὰ παραπτώματα. Οὐ γὰρ μικρὸν τέθεικε μισθὸν, ἀλλὰ καὶ σφόδρα ὑπερβαίνοντα τὸ τοῦ κατορθώματος μέγεθος. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὴν ἀμοιβὴν τὴν ἐπὶ τούτῳ γινομένην λογιζόμενοι, καὶ ὡς οὐ πολλοῦ καμάτου καὶ σπουδῆς ἐστιν ἁμαρτήματα ἀπαλεῖψαι, συγχωρῶμεν τοῖς ἡμᾶς ἠδικηκόσιν. Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο-λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ-δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς. Ὁ δὲ τῆς εἰρήνης καὶ ἀγάπης Θεὸς πάντα θυμὸν καὶ πικρίαν καὶ ὀργὴν τῆς ψυχῆς ἐξορίσας τῆς ἡμετέρας, καταξιώσαι κατὰ τὴν τῶν μελῶν ἀκολουθίαν μετὰ ἀκριβείας συνδεδεμένους ἀλλήλοις, ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι καὶ μιᾷ ψυχῇ, διηνεκῶς ἀναπέμπειν τοὺς ὀφειλομένους εὐχαριστηρίους ὕμνους αὐτῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.