1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

ποιώμεθα σπουδήν· καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ πα-θεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον. Κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου. Ἵνα γὰρ μὴ πρὸς τὴν ἀξίαν βλέπωμεν τῶν εὐεργετουμένων, ἄκουσον τί φησι· Πεινῶντά με εἴ-δετε, καὶ ἐθρέψατε. Εἶτα ἐκείνων λεγόντων· Πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἐπήγαγε λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τού- των, ἐμοὶ ἐποιήσατε· ὥστε οὐδεμία ἡμῖν καταλέλει-πται πρόφασις. Ἵνα γὰρ μὴ λέγωμεν, ὅτι Ποῦ νῦν κατὰ τὸν Ἠλίαν εὑρεῖν; ποῦ δὲ κατὰ τὸν Ἐλισσαῖον; καὶ, ∆ός μοι τοιούτους ἄνδρας, καὶ μετὰ πάσης αὐ-τοὺς ὑποδέξομαι τῆς προθυμίας, καὶ οὐ παραιτήσο-μαι νίψαι τοὺς πόδας καὶ παντὶ θεραπεῦσαι τρόπῳ· ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν ∆εσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ παραδράμῃς τὸ εἰρημένον. Τὸ γὰρ, Πει-νῶντά με εἴδετε καὶ ἐθρέψατε, τέσσαρας ἀνάγκας ἐφίστησιν ἐλεημοσύνης· τὸ ἀξιόπιστον τοῦ αἰτοῦντος, ὅτι ∆εσπότης ἐστὶν ὁ αἰτῶν· τὸ ἀναγκαῖον τῆς χρείας, ὅτι πεινᾷ· τὸ εὔκολον τῆς δόσεως, ὅτι τραφῆναι ζητεῖ καὶ ἄρτον αἰτεῖ μόνον, οὐχὶ τρυφήν· τὸ μέγεθος τῆς δωρεᾶς, ὅτι βασιλείαν ἀντὶ τούτων τῶν μικρῶν ἐπαγγέλλεται. Ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; Αἰδέσθητι, φησὶ, τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; Πρὸς τὴν συμφορὰν ἐπι-κάμφθητι. Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; ∆ιὰ τὸ τῆς αἰτήσεως εὔκολον δός. Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι; Οὐκοῦν διὰ τὸ μέγεθος τῶν ἐπηγγελμένων ἀγαθῶν παράσχες 51.337 τῷ δεομένῳ. Ὁρᾷς τέσσαρας αἰτίας δυναμένας καὶ τὸν λίθον αὐτὸν, καὶ τὸν μικρολόγον, καὶ τὸν τετυφω-μένον, καὶ τὸν ἀνηλεῆ, καὶ τὸν νωθρότατον ἁπάντων ἀνθρώπων διαναστῆσαι; Τίς οὖν ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν τῶν δεο-μένων ὑπερορῶσιν; Εἴπω δὴ καὶ ἕτερον πρὸς τού-τοις· ἀκουέτωσαν οἱ μεμυημένοι. Αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται τῆς ἑαυτοῦ· ὅταν δέῃ σε ποτίσαι, οὐδὲ τοῦ αἵματος φείδεται, οὐδὲ φθο-νεῖ· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως, οὐδὲ ποτηρίου; Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος; Ὅρα μὴ πολλάκις φειδόμενος τῷ Χριστῷ δοῦναι ἐπὶ κέρδει, δῷς ἐπὶ βλάβῃ τῷ διαβόλῳ. Ὅταν γὰρ πένησι μὴ δῶμεν, συκοφάνταις διδόαμεν· κλέπται πολλάκις, ἢ καὶ οἰκέται κακοῦργοι λαμβάνοντες ἀπῆλθον, ἢ καὶ ἕτεραι πραγμάτων περιστάσεις. Καὶ ταῦτα δὲ ὅταν διαφύγωμεν ἅπαντα, θάνατος ἐπελθὼν γυμνὸν ἀπ-ήγαγεν. Ἵν' οὖν μὴ ταῦτα γίνηται, προλαβόντες δῶ-μεν αἰτοῦντι τῷ Χριστῷ, καὶ εἰς τὸν ἄσυλον ἀποθώ-μεθα θησαυρὸν, ἵνα καὶ ὑπὲρ τῆς φυλακῆς καὶ ὑπὲρ τῆς προσόδου θαῤῥῶμεν. Οὐ γὰρ διατηρεῖ μόνον, ἅπερ ἔλαβε, μετὰ ἀκριβείας· ἀλλὰ μετὰ πλείονος 51.338 αὐτὰ ἀποδίδωσί σοι τῆς προσθήκης πάλιν. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεη-μοσύνην παρέχωμεν. Οὐ γὰρ ἐλαττοῦται, ἀλλ' αὔξε-ται· οὐ δαπανᾶται, ἀλλὰ πλεονάζει, καὶ πραγματεία τίς ἐστι καὶ σπόρος τὸ γινόμενον· μᾶλλον δὲ ἀμφο-τέρων τούτων κερδαλεώτερον καὶ ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς, καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Χριστοῦ κατα-βαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς. Οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ· ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἄμητον ἐν καιρῷ φέροντα πλούσιον. Ὁ σπείρων γὰρ φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Σπείρωμεν τοίνυν μετὰ δαψιλείας, ἵνα καὶ