1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. ∆ιὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δίδοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ' ὅμως ἐξέπεσε τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸν 51.82 σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ ∆εσπότου προδότης ἐγένετο. Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδεικται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆ιὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν; ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συνηγάγετε. Οὐδαμοῦ θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κόλασις, ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ ἰσχύει καθ' ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καίτοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ' ἐκεῖνα μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλοντας. Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγωσιν, Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ σημεῖα ἀποστόλους ἐποίησεν, ἀλλ' ὁ βίος ὁ καθαρός. Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰκόνος, καὶ τοῦ χαρακτῆρος τῶν μαθητῶν, ἄκουσον τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτηρίζων γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ. Ἐν τούτῳ, ποίῳ; ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νεκροὺς ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ' ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Εἶδες τὸ γνώρισμα τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον; μηδὲν πλέον ζήτει· ὁ γὰρ ∆εσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος.

δʹ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων; φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ' ὅταν φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς φιλεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ' οὖν ἐστι τοῦτο; καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν