12
ἀξίας τῶν ὑποδεχθέντων καὶ τὸν σφόδρα λίθινον καὶ ἀπηνῆ καταναγκαζούσης φιλάνθρωπον γενέσθαι καὶ ἥμερον· τὸ δὲ θαυμαστὸν τοῦτο ἦν, ὅτι ὁδίτας τινὰς αὐτοὺς εἶναι νομίζων, τοσαύτην ἐπ' αὐτοῖς ἐπεδείξατο τὴν θεραπείαν. Τοσαύτη καὶ αὕτη ἦν· οὐκ οἶδεν τίς ἦν, οὐδὲ ἐπὶ τί παρεγένετο, οὐδὲ ὅτι αὐτὴν μνηστευσόμενος ἦλθεν, ἀλλὰ ξένον τινὰ καὶ ὁδοιπόρον ἐνόμισε. ∆ιὰ τοῦτο μείζων αὐτῇ ὁ μισθὸς τῆς φιλοξενίας ἐγίνετο, ὅτι τὸν οὐδαμόθεν ὄντα γνώριμον μετὰ τοσαύτης ὑπεδέξατο εὐνοίας, ὁμοῦ καὶ τὴν σωφροσύνην διατηροῦσα. Οὐδὲ γὰρ ἀναισχύντως, οὐδὲ ἰταμῶς, οὔτε ἀναγκάζουσα, οὔτε ὀργιζομένη, ἀλλὰ μετὰ τῆς προσηκούσης σεμνότητος τοῦτο ἐποίει. Τοῦτο γὰρ αὐτὸ ᾐνίξατο ὁ Μωϋσῆς λέγων· Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ. Τί ἐστι, Κατεμάν 51.238 θανεν αὐτήν; Καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ ῥῆμα, καὶ πάντα ἀκριβῶς ἐξήταζεν, ἀπὸ τῶν τοῦ σώματος κινημάτων τὴν ἕξιν τῆς ψυχῆς καταμανθάνων. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ δευτέραν προσάγει πεῖραν. Ἐπειδὴ γὰρ ἐπότισεν αὐτὸν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' εἶπεν αὐτῇ, Τίνος θυγάτηρ εἶ, ἀνάγγειλόν μοι, καὶ εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος τοῦ καταλῦσαι; Τί οὖν ἐκείνη; Ἀνεξικάκως καὶ πράως καὶ τὸν πατέρα εἶπε, καὶ οὐκ ἠγανάκτησε, λέγουσα· Σὺ δέ τις εἶ ὁ πολυπραγμονῶν, καὶ ζητῶν, καὶ τὴν οἰκίαν περιεργαζόμενος; ἀλλὰ τί; Θυγάτηρ Βαθουήλ εἰμι ἐγὼ υἱοῦ Μελχᾶς, ὃν ἔτεκεν τῷ Ναχώρ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν, καὶ τόπος τοῦ καταλῦσαι. Ὥσπερ ἐπὶ τοῦ ὕδατος, πλέον ὧν ᾔτησεν ἔδωκεν· ὁ μὲν γὰρ πιεῖν ᾔτησε μόνον, ἡ δὲ καὶ τὰς καμήλους ὑπέσχετο ποτίζειν, καὶ ἐπότισεν· οὕτω καὶ ἐνταῦθα· αὐτὸς τόπον ᾔτησε μόνον, ἡ δὲ καὶ ἄχυρα καὶ χορτάσματα καὶ ἄλλα πολλὰ, διὰ τούτων πάντων αὐτὸν ἐκκαλουμένη, καὶ πρὸς τὴν οἰκίαν ἕλκουσα, ἵνα τὸν τῆς φιλοξενίας καρπώσηται μισθόν. Ταῦτα δὲ μὴ παρέργως μηδὲ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἡμᾶς αὐτοὺς καθ' ἑαυτοὺς ἐννοοῦντες, καὶ τούτοις παραβάλλοντες, οὕτως εἰσόμεθα τὴν ἀρετὴν τῆς γυναικός. Πολλάκις γοῦν γνωρίμους τινὰς καὶ ἐπιτηδείους ὑποδεχόμενοι δυσχεραίνομεν, κἂν μίαν ἢ δευτέραν ἡμέραν ἐνδιατρίψωσι, βαρυνόμεθα· αὕτη δὲ τὸν ἀγνῶτα καὶ ξένον μετὰ πολλῆς εἰς τὴν οἰκίαν εἷλκε τῆς προθυμίας, καὶ ταῦτα οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ καμήλοις τοσαύταις μέλλουσα παρέξειν τὴν θεραπείαν. Ἐπειδὴ δὲ εἰσῆλθε, σκόπει ἐντεῦθεν μᾶλλον αὐτοῦ τὴν σύνεσιν. Ὡς γὰρ παρέθηκε φαγεῖν αὐτῷ ἄρτους, φησίν· Οὐ μὴ φάγω, ἕως ὅτου λαλήσω τὰ ῥήματά μου. Εἶδες πῶς ἦν ἐγρηγορὼς καὶ νήφων; Εἶτα, ἐπειδὴ εἰπεῖν ἐπέτρεψαν, ἴδωμεν πῶς αὐτοῖς διαλέγεται. Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπότην ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώμενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπολαύοντα; καίτοι γε εἴπερ ἐβούλετο ταῦτα εἰπεῖν, οὐκ ἂν ἠπόρησε· καὶ γὰρ ἐν τάξει βασιλέως αὐτὸν οἱ ἐπιχώριοι ἐτίμων. Ἀλλ' ὅμως οὐδὲν τούτων εἶπεν, ἀλλὰ τὰ ἀνθρώπινα ταῦτα ἀφεὶς, ἀπὸ τῆς ἄνωθεν αὐτὸν ῥοπῆς ἐκόσμησεν οὕτω λέγων· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη, καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μόσχους, καὶ χρυσίον, καὶ ἀργύριον. Τὸν πλοῦτον εἶπεν, οὐχ ἵνα εὔπορον δείξῃ ὄντα, ἀλλ' ἵνα φιλόθεον· οὐ γὰρ ἀπὸ τοῦ κεκτῆσθαι, ἀλλ' ἀπὸ τοῦ παρὰ Θεοῦ ταῦτα αὐτὸν εἰληφέναι ἐγκωμιάσαι βούλεται· εἶτα περὶ τοῦ νυμφίου διαλεγόμενος· Καὶ ἔτεκε Σάῤῥα, ἡ γυνὴ τοῦ κυρίου μου, υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν. Ἐνταῦθά μοι καὶ τὸν τρόπον τῶν ὠδίνων ᾐνίξατο, δεικνὺς ὅτι καὶ ὁ τόκος ἀπὸ τῆς τοῦ Θεοῦ γέγονε προνοίας τῆς πρὸς ἐκεῖνον, οὐ κατὰ φύσεως ἀκολουθίαν. Καὶ σὺ τοίνυν ἄν τε νυμφίον, ἄν τε νύμφην ἐπιζητῇς, ταῦτα πρὸ τῶν ἄλλων ζήτει, εἰ θεοφιλής ἐστιν, εἰ πολλῆς ἄνωθεν ἀπολαύει τῆς εὐνοίας. Ἂν γὰρ ἐκεῖνα ᾖ, καὶ τὰ ἄλλα ἕπεται· τούτων δὲ οὐκ ὄντων, κἂν μετὰ πολλῆς τῆς ἀδείας αὐτοῖς