12
εἰδοποιεῖται ἡ ὕλη· τρίτον δὲ τὸ συναμφότερον, τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γεγενημένον, ὅ ἐστι λοιπὸν ἔμψυχον. ἔστιν οὖν ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια. καὶ τοῦτο δὲ διχῶς· τὸ μὲν ὡς ἐπιστήμη, τὸ δὲ ὡς τὸ θεωρεῖν κατ' ἐπιστήμην, τουτέστι τὸ μὲν ὡς διάθεσις τὸ δὲ ὡς ἐνέργεια. ὡς ἐπιστήμη μέν, ὅτι ἐν τῷ ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσίς ἐστι τῷ θεωρεῖν, ὁ δὲ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. προτέρα δέ ἐστιν ἡ ἐπιστήμη τῆς ἐνεργείας. διὸ πρώτην ἐντελέχειαν καλεῖ τὸ εἶδος, δευτέραν δὲ τὴν ἐνέργειαν. οἷον ὀφθαλμὸς ἐξ ὑποκειμένου ἐστὶ καὶ εἴδους· καὶ ἔστι τὸ μὲν ὑποκείμενον ἐν αὐτῷ τὸ δεδεγμένον τὴν ὄψιν, ὕλη ὀφθαλμοῦ. καλεῖται δὲ καὶ αὕτη ὁμωνύμως ὀφθαλμός· εἶδος δὲ καὶ ἐντελέχεια ἡ πρώτη ὀφθαλμοῦ αὐτὴ ἡ ὄψις, ἡ τὸ δύνασθαι ὁρᾶν αὐτῷ παρεχομένη· δευτέρα δὲ ἐντελέχειά ἐστιν τοῦ ὀφθαλμοῦ ἡ ἐνέργεια καθ' ἣν ὁρᾷ. ὥσπερ οὖν ὁ ἄρτι τεχθεὶς σκύλαξ οὐδετέραν μὲν ἔχει ἐντελέχειαν, δύναμιν δὲ τοῦ δέξασθαι τὴν ἐντελέχειαν, οὕτω δεῖ λαβεῖν καὶ τὸ τῆς ψυχῆς· ὡς γὰρ ἐκεῖ γεννηθεῖσα ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμόν, οὕτως ἐνταῦθα γεννηθεῖσα ἡ ψυχὴ ἐν τῷ σώματι τελειοῖ τὸ ζῷον, ὡς μήτε ἄνευ σώματος εἶναί ποτε τὴν ψυχὴν μήτε σῶμα. σῶμα μὲν γὰρ οὐκ ἔστιν, σώματος δέ ἐστιν, καὶ διὰ τοῦτο ἐν σώματι ὑπάρχει καὶ σώματι τοιῷδε· καθ' ἑαυτὴν δὲ οὐχ ὑπάρχει. ἀλλὰ πρῶτον μὲν τὸ παθητικὸν μέρος τῆς ψυχῆς ψυχὴν καλεῖ χωρίζων αὐτῆς τὸ λογικόν. ἔδει δὲ πᾶσαν ὁμοῦ λαβεῖν τὴν ψυχὴν τὴν ἀνθρώπου, καὶ μὴ ἀπὸ μέρους καὶ ταῦτα τοῦ ἀσθενεστάτου περὶ τοῦ παντὸς ἀποφαίνεσθαι. ἔπειτα τὸ σῶμά φησιν δυνάμει τὸ ζῆν ἔχειν καὶ πρὸ τοῦ γενέσθαι τὴν ψυχήν· λέγει γὰρ τὸ σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἑαυτῷ. δεῖ δὲ τὸ σῶμα τὸ δυνάμει ζωὴν ἔχον πρότερον ἐνεργείᾳ εἶναι σῶμα· οὐ δύναται δὲ ἐνεργείᾳ εἶναι σῶμα πρὸ τοῦ δέξασθαι τὸ εἶδος, ὕλη γάρ ἐστιν ἄποιος καὶ οὐ σῶμα· ἀδύνατον ἄρα τὸ μὴ ὂν ἐνεργείᾳ δύναμιν ἔχειν πρὸς τὸ ἐξ αὐτοῦ τι γίνεσθαι. εἰ δὲ καὶ σῶμα δυνάμει ἐστίν, πῶς τὸ δυνάμει σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἑαυτῷ δύναται; ἄλλως τε, ἐπὶ μὲν τῶν ἄλλων δυνατὸν ἔχοντά τι μὴ χρῆσθαι αὐτῷ· οἷον ὄψιν ἔχοντα μὴ χρῆσθαι αὐτῇ· ἐπὶ δὲ τῆς ψυχῆς ἀδύνατον. οὐδὲ γὰρ ὁ καθεύδων ἄνευ ψυχικῆς ἐνεργείας ἐστίν. καὶ γὰρ τρέφεται καὶ αὔξεται καὶ φαντασιοῦται καὶ ἀναπνεῖ, ὅπερ μάλιστα τῆς ζωῆς ἐστι τεκμήριον. ἐκ τούτων οὖν φανερὸν ὅτι δυνάμει τὸ ζῆν οὐ δύναται προσεῖναί τινι, ἀλλὰ πάντως ἐνεργείᾳ. προηγουμένως γὰρ τὸ εἰδοποιοῦν τὴν ψυχὴν οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ ζωή. τῇ μὲν γὰρ ψυχῇ σύμφυτός ἐστιν ἡ ζωή· τῷ δὲ σώματι κατὰ μέθεξιν. ὁ λέγων τοίνυν τὴν ὑγείαν ἀνάλογον εἶναι τῇ ζωῇ οὐ τὴν τῆς ψυχῆς ζωὴν λέγει ἀλλὰ τὴν τοῦ σώματος, καὶ οὕτω σοφίζεται. ἡ μὲν γὰρ σωμα τικὴ οὐσία παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτική· ἡ δὲ κατὰ τὸ εἶδος οὐδαμῶς. ἐὰν γὰρ ἡ κατὰ τὸ εἶδος διαφορὰ μεταλλαγῇ, μεταλλάττεται καὶ τὸ ζῷον. ὥστε οὐχ ἡ κατὰ τὸ εἶδος οὐσία τῶν ἐναντίων ἐστὶ δεκτική, ἀλλ' ἡ κατὰ τὸ ὑποκείμενον, τουτέστιν, ἡ σωματική. οὐ δύναται τοίνυν ἡ ψυχὴ κατ' οὐδένα τρόπον ἐντελέχεια τοῦ σώματος εἶναι· ἀλλ' οὐσία αὐτοτελής, ἀσώματος. παρὰ μέρος γὰρ ἐπιδέχεται τὰ ἐναντία, κακίαν καὶ ἀρετήν, ὅπερ οὐκ ἠδύνατο τὸ εἶδος ἐπιδέξασθαι. ἔπειτά φησιν ἐντελέχειαν οὖσαν τὴν ψυχὴν ἀκίνητον εἶναι καθ' ἑαυτήν, κινεῖσθαι δὲ κατὰ συμβεβηκός. οὐδὲν δὲ ἀπεικὸς ἀκίνητον οὖσαν κινεῖν ἡμᾶς. καὶ γὰρ τὸ κάλλος, ἀκίνητον ὄν, κινεῖ ἡμᾶς. ἀλλ' εἰ καὶ τοῦτο, ἀκίνητον ὄν, κινεῖ· ἀλλὰ τὸ φύσιν ἔχον κινεῖσθαι κινεῖ, καὶ οὐχὶ τὸ ἀκίνητον. εἰ τοίνυν καὶ τὸ σῶμα καθ' ἑαυτὸ κίνησιν εἶχεν, οὐδὲν ἦν ἄτοπον αὐτὸ κινεῖσθαι ὑπὸ ἀκινήτου· νῦν δὲ ἀδύνατον τὸ ἀκίνητον ὑπὸ ἀκινήτου κινεῖσθαι· πόθεν οὖν τῷ σώματι τὸ κινεῖσθαι, εἰ μὴ ἀπὸ τῆς ψυχῆς; οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα. πρώτην οὖν γένεσιν κινήσεως βουλόμενος δεῖξαι, οὐ πρώτην ἀλλὰ δευτέραν ἔδειξεν. εἰ μὲν γὰρ μὴ κινούμενον ἐκίνει, πρώτην ἐποίει κίνησιν· εἰ δὲ τὸ κινούμενον ἀφ' ἑαυτοῦ καὶ ἄλλως κινεῖ, δευτέρας κινήσεως γένεσιν ἐξηγεῖται. πόθεν οὖν πρώτη γένεσις τῆς