13
Πνεύματος, οὐχ ὡς Θεοῦ, ἀλλὰ παρὰ τὸ ἐννεῖν καὶ ἐνοικεῖν ἐσμεν, οὐδὲ τοῦ Θεοῦ ναὸς κληθέντες, ὡς Θεοῦ προσηγορεύθημεν. Καὶ ὁ Θεὸς δὲ Πατὴρ, δεσποτικῶς ἡμᾶς κεκτημένος, οἰκεῖ ἐν ἡμῖν ναὸς γὰρ Θεῷ μόνῳ ἁρμόζει, καὶ παραπλησίως αὐτοῦ, ὅ τε μονογενὴς αὐτοῦ Υἱὸς, τό τε ἓν αὐτοῦ ἅγιον Πνεῦμα. Καὶ ὃν τρόπον ὁ Θεὸς καὶ Πατὴρ, κἂν μὴ γέγραπται, ὅτι ἐξηγοράσατο ἡμᾶς τῷ ἰδίῳ αἵματι, ∆εσπότης ἡμῶν ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον. Τούτοις γὰρ τοῖς πρὸς περιγραφὴν τῆς θεότητος τοῦ ἁγίου Πνεύματος λεγομένοις ἀκολουθεῖ τὸ παραπλησίως καὶ ἐπὶ τοῦ Θεοῦ Πατρὸς ἐκλαμβάνεσθαι. Τίς οὖν ἂν πείθοιτο δικαιότερον Παύλῳ καὶ τοῖς ἄλλοις ἁγίοις, ἢ Μακεδονίῳ καὶ τῷ πλαστῶς μετανοήσαντι Ἀρείῳ; Εἰ μὲν γάρ ἐστιν αὐτοῖς τῶν ἁγίων λόγος, πῶς ἔλαθον τάξαντες ἑαυτοὺς ἐν τοῖς ἀντιταττομένοις, καὶ οὐ ταυτὰ ἐκείνοις λέγειν καὶ φρονεῖν ἀξιοῦσιν; Εἰ δὲ ἄλλως μὲν ἐκείνοις, ἄλλως δὲ τούτοις δοκεῖ τοῦτο γὰρ ἀναμφίλεκτον ἀφ' ὧν δέδεικται. Οὐ γὰρ τοίχοις καὶ θρέμμασιν καταφρονητικῶς καὶ χλευαστικῶς, ὡς οἱ ὑβρισταὶ οὗτοι, παραβάλλοντες, ἢ ἓν καὶ ταυτὸν τούτοις εἶναι δοκιμάζοντες τὸν λογικὸν ναὸν, τὸν κατ' εἰκόνα τοῦ Θεοῦ, τὸ ἔργον τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, ἔχρησαν τὰ ἐκκείμενα λόγια, οὐ Χριστιανῶν μὲν, οὐδὲ ἄλλως σοφῶν ἐστι τοῦτο· οὐδὲ ἀληθεύειν τοιαῦτα αὐτοὺς διδάσκοντας ἄν τις τὴν ἀρχὴν νομίσοι. Οὕτως δὲ ἔχειν γνώμης αὐτοὺς ὡς ἀληθῶς μαθὼν, πῶς οὐκ οἰήσεται πλέον σωφρονεῖν, ἂν τὰ μὲν αἱρετικῶν φεύγῃ, πείθοιτο δὲ οἷς πολλῷ ἄμεινον, φημὶ τοῖς ἁγίοις, ἢ, τό γε ἀληθέστερον, τοῖς αὐτοῦ τοῦ Θεοῦ; Οὐ γὰρ ἄν τις, κἂν Γραφῶν παντοίως ἄπειρος ᾖ, ἀπὸ τῆς αὐτῶν γνώμης μόνον ταῦτα εἰρηκέναι τοὺς ἀρίστους πάντας καὶ κλεινοὺς ἐκείνους ἄνδρας φήσειεν, ἀλλ' οὐχὶ διὰ τῆς 39.649 αὐτῶν φωνῆς ἡμῖν τὸν Θεὸν διαλέγεσθαι, καὶ τά τε ἄλλα, τὰ μείζονα συνέσεως ἀνθρώπων, διδάσκειν, καὶ ὅτι ἐν πιστοῖς αὐτός τε ὁ Θεὸς, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱὸς, καὶ τὸ ἓν αὐτοῦ Πνεῦμα ὁμοίως καὶ ἴσως οἰκεῖ ἀχράντως. ∆ιελέγχων τοίνυν καὶ ἀποῤῥιπτῶν τὰς σοφισματώδεις αὐτῶν φλυαρίας, καὶ τὸ μὴ τὰ βλαβερὰ, διὰ Ἄρειον καὶ Μακεδόνιον, αἱρεῖσθαι συμβουλεύων ἐν ρδʹ ψαλμῷ παρεγγυᾶται αὐτοῖς· "Ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε." Ἀλλὰ τὰ μὲν περὶ ἐκείνων, τῶν μηδαμοῦ φίλων Θεῷ τῷ καὶ τὴν ἐξ ὁμωνυμίας δωρεὰν ἀνθρώποις δεδωκότι εἰρηκότων· "Μὴ κίνει καμάριναν· ἀκίνητος γὰρ ἀμείνων." ∆ιαγνωσθέντος τοίνυν καὶ τοῦ, ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, καὶ τὰς προφητείας αὐτὸ ὑπέβαλεν, μεταβῆναι ἤδη καιρὸς ἐπὶ τὸν Ζαχαρίαν, οὐ τὸν δρεπανηφόρον προφήτην, ἀλλὰ τὸν πατέρα Ἰωάννου, ἐγκρίναντα καὶ αὐτὸν Θεὸν καὶ Κύριον. τοῦ Ἰσραὴλ εἶναι τὸν ἐν προφήταις λαλήσαντα. Αὐτὰ δὲ παραθῶμαι, ἅπερ ἐκεῖνος ἔλεξεν· "Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ ∆αυῒδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ." Καὶ ὁ ἱεροψάλτης δὲ οὐκ ἀποστάς ποτε δογματικῆς διδασκαλίας, συμφέρεται τούτοις, λέγων ἐν μὲν παʹ ψαλμῷ· "Ἀκούσομαι, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός·" ἐν δὲ τῇ βʹ τῶν βασιλειῶν ἱστορίᾳ ἐξεῖπεν, ποίου ἦν Κυρίου καὶ Θεοῦ ὁ εὐκταῖος οὗτος ἐνθουσιασμὸς, φράσας· "Πνεῦμα Κυρίου ἐλάλησεν ἐμοὶ, καὶ ὁ Λόγος αὐτοῦ ἐπὶ γλώσσης μου." 39.652 ΚΕΦ. ΙΑʹ. Ὅτι ἐπὶ τοῦ χερουβικοῦ θρόνου καθέζεται τὸ ἅγιον Πνεῦμα, καὶ δύναμιν ἐξαποστέλλει. Καὶ ὅτι ὁ Παῦλος αὐτὸ οἶδεν εἶναι τὸν ὀφθέντα τῷ Ἡσαΐᾳ Κύριον Σαβαώθ. Καὶ κατὰ τοῦ Μακε δονιανοῦ φρονήματος. Καὶ ὅτι ἐν ἡμῖν οἰκεῖ. Καὶ ὅτι ῥᾳδιουργοῦσιν αἱρετικοὶ τὰς θείας Γραφάς. Παρὰ τῷ μνημονευθέντι τοίνυν ἀκριβεστάτῳ μελῳδῷ, τῷ πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζοντι, ἐν ρθʹ ψαλμῷ, ὅστις ὅλος ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλέχθη, ἰσότιμος ἡ ἁγία Τριὰς, καὶ Κύριος τὸ Πνεῦμα ἐξαποστέλλων δύναμιν, καὶ συγκαθεζόμενος τῷ· Πατρὶ καὶ τῷ Υἱῷ ἐμφανῶς μᾶλλον, ἤπερ αἰνιγματωδῶς ἀπαγγέλλεται. Ἔδοξεν δέ μοι εἰς ἑτοίμην