1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

13

τέσσαρές τ' ἐπιστολαί. Ἑπτὰ δὲ καθολικαὶ, ὧν, Ἰακώβου μία, ∆ύω δὲ Πέτρου, τρεῖς δ' Ἰωάννου πάλιν· Ἰούδα δ' ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις. 475 ΙΓʹ. Πατριάρχαι υἱοὶ τοῦ Ἰακώβ. ∆ώδεκα δ' ἐξ Ἰακὼβ πατρὸς μεγάλοιο πάτραρχοι· Ῥουβεὶμ, καὶ Συμεὼν, καὶ Λευὶ, τοῖς δ' ἔπ' Ἰούδας. Αὐτὰρ ἔπειτα νόθοι, ∆ὰν, Νεφθαλεὶμ, Γάδ τε Ἀσήρ τε· Αὖθις δ' εὐγενέες μνηστῶν ἄπο, Ἰσσάχαρ ἦεν, Ζαβουλὼν, καὶ Ἰωσὴφ, καὶ πύματος Βενιαμίν. Ι∆ʹ. Μάστιγες Αἰγύπτου. Μάστιγας Αἰγύπτοιο κακόφρονος αἰὲν ἀρίθμει, Ὥς κεν ὑποτρομέῃς κάρτεϊ τῷ μεγάλῳ. Αἵματι μὲν πρώτιστον ὕδωρ ἐρυθαίνετο γαίης, ∆εύτερον αὖ βατράχους ἔβρασεν οὐλομένους. Τὸ τρίτον αὖ, σκνίπεσσιν ἀὴρ καὶ γαῖα καλύφθη. 476 Καὶ κυνόμυια φάνη τέτρατον ἐξαπίνης. Πέμπτον, τετραπόδεσσιν ἐπέχραε λυγρὸς ὄλεθρος. Φλυκτίδες ἀνθρώπων σώμασιν, ἕκτον ἄχος. Ἕβδομον, ὗσε χάλαζα μέση πυρὸς, ὄμβρος ἄμικτος. Ὄγδοον, ἐξ ἀκρίδος ὤλετο χλωρὸν ἅπαν. Εἴνατον, Αἰγύπτοιο πέδον κατὰ νὺξ ἐκάλυψε Πρωτοτόκων δὲ μόρος ἡ δεκάτη βάσανος. ΙΕʹ. Ἡ τοῦ Μωϋσέως ∆εκάλογος. Τοὺς δὲ νόμους ἐχάραξε Θεὸς δέκα ἔν ποτε πλαξὶ Λαϊνέαις· σὺ δέ μοι ἔγγραφε τῇ κραδίῃ. Οὐ γνώσῃ Θεὸν ἄλλον, ἐπεὶ σέβας οἶον ἑνός γε. Οὐ στήσεις ἴνδαλμα κενὸν, καὶ ἄπνοον εἰκώ. 477 Οὔ ποτε μαψιδίως μνήσῃ μεγάλοιο Θεοῖο. Σάββατα πάντα φύλασσε μετάρσια καὶ σκιόεντα. Ὄλβιος, ἢν τοκέεσσι φέρῃς χάριν, ἣν ἐπέοικε. Φεύγειν ἀνδροφόνον παλάμης ἄγος, ἀλλοτρίης τε Εὐνῆς, κλεπτοσύνην τε κακόφρονα, μαρτυρίαν τε Ψευδῆ, ἀλλοτρίων τε πόθον, σπινθῆρα μόροιο. Ιʹ. Εἰς τὰ θαύματα Ἠλίου τοῦ προφήτου καὶ Ἐλισαίου. Τοσαῦτα θαύματ' Ἠλίου τοῦ Θεσβίτου. Κόραξι πρῶτον ἐτράφη· καὶ δεύτερον Ἔθρεψε χήραν πλουσίως Σαραφθίαν, Μικροῖς ἐλαίου καὶ ἀλεύρου λειψάνοις· Ἧς καὶ τὸν υἱὸν ἐκ νεκρῶν φυσήμασιν Ἤγειρεν. Ὑετόν τ' ἀνέσχεν ἐκ Θεοῦ, 478 Ἔπειτ' ἀφῆκε. Θυσίαν καταγνίσας Πυρὶ ξένῳ τε καὶ ξένοις, εἶτ' ἤρκεσε Τροφῆς ἄγευστος ἡμέραις ἐν πλείοσι Ἔφλεξεν ἄρδην πεντηκοντάρχας δύω. Ἰορδάνην διῆλθε μηλωτῇ τεμών· Πυρὸς δ' ἀνῆλθεν ἅρματι πρὸς οὐρανὸν Ὁμοῦ δοράν τε καὶ χάριν Ἐλισσαίῳ Ἀφῆκεν. Ἄθρει καὶ τὰ τούτου θαύματα· Ἰορδάνην διῆλθε μηλωτῇ τεμών. Πηγὰς ἔθηκεν ἁλσὶν εὐτέκνους πόλει. Παῖδας δ' ὑβριστὰς θηρίοις ἀπώλεσεν ∆ιψῶντι ῥεύματ' ἐξ Ἐδὼμ ἐπήγασε Στρατῷ· γυναῖκά τε χρέους ἐῤῥύσατο Πηγαῖς ἐλαίου· τῇ δὲ Σουναμίτιδι 479 Οὐκ ὄντ' ἔδωκε παῖδα, κ' ἐκ νεκρῶν πάλιν. Φθοράν τ' ἐπέσχεν ἐκ πόας, καὶ πλείοσιν Ἤμυνε λιμὸν ἐνδεεστέρᾳ τροφῇ. Ναιμᾶν δὲ λέπρας ἐκκαθήρας τὸν Σύρον, Πέμπει Γιεζεῖ τὴν νόσον· εἶτ' ἀξίνην Ἔπλευσε νώτοις ἐκ βυθῶν Ἰορδάνου· Σύρων δὲ τοὺς ἕλκοντας ὄψεις ἀμβλύνας Ἔδωκεν ἐχθροῖς· εἶτα τῷ στρατῷ κόρον Προεῖτο, λεπρῶν ἔργα. Καὶ νεκρὸς νεκρὸν Ἤγειρεν, ἐγγὺς συντεθέντων ὀστέων. ΙΖʹ. Ἐπίγραμμα εἰς τὸ μαρτύριον Ἠλίου τὸ καλούμενον Χηρεῖον. Αὕτη, ξένε, καὶ Σαρεπτὰ τῆς Σιδωνίας, 480 Οὗτος δὲ χήρας πύργος, ἣ φιλοξένως Θεοῦ προφήτην Ἠλίαν τὸν Θεσβίτην, Λιμοῦ κακοῦντος τὰς πόλεις, ἐδέξατο· Ἧ καὶ μικρὸν ἦν ἔλαιον ἐν τῷ καψάκῃ, Καὶ δρὰξ ἀλεύρων ὑδρίᾳ κεκρυμμένος. Τοῦτο δ' ἀφειδῶς μεταδοῦσα τῷ ξένῳ, Πηγὴν, τρέφουσαν οἶκον, εὗρε τὴν δόσιν. Ταύτης τὸν υἱὸν Ἠλίας ζῶντα