13
τὸ βάπτι σμα παρειλῆφθαι μὲν δι' ἡμᾶς, τῷ χρόνῳ δὲ διαφέ ρειν; Ὃ σύ μοι δοκεῖς ὡς μέγα τι καὶ θαυμαστὸν οἷον προβάλλεσθαι κατὰ τῆς ἑαυτοῦ σωτηρίας.
ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λό γους χαίρειν ἐάσατε· αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδή σατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε· τὸν μὲν προ καθαίρειν ὑμᾶς αὐτοὺς τοῦ βαπτίσματος, τὸν δὲ συντηρεῖν τὸ βάπτισμα· ἐπειδὴ τῆς αὐτῆς ἐστι δυσχε ρείας, καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ ὃ μὲν σπουδὴ προσέλαβε, ῥᾳθυμία διέφθειρεν· ὃ δὲ ὄκνος ἀπώλε σεν, ἀνεκαλέσατο ἐπιμέλεια. Καλόν σοι βοήθημα πρὸς τὸ τυχεῖν, ὧν ἐπιποθεῖς, ἀγρυπνίαι, νηστεῖαι, χαμευ 36.404 νίαι, προσευχαὶ, δάκρυον, οἶκτος τῶν δεομένων, με τάδοσις. Τοῦτό σοι γενέσθω, ὧν τετύχηκας, εὐ χαριστήριόν τε ἅμα καὶ φυλακτήριον. Ἔχεις πολλῶν ἐντολῶν ὑπόμνημα, τὴν εὐεργεσίαν· μὴ παραδρά μῃς. Πένης προσῆλθε; μνήσθητι πόσον πτω χεύων, πόσον ἐπλούτησας. Ἄρτου δεόμενος, ἢ πόμα τος, Λάζαρος ἴσως τις ἄλλος τοῖς σοῖς πυλῶσι προσ εῤῥιμμένος; Αἰδέσθητι τὴν μυστικὴν τράπεζαν, ᾗ προσῆλθες· τὸν ἄρτον, οὗ μετείληφας· τὸ ποτήριον, οὗ κεκοινώνηκας τοῖς Χριστοῦ πάθεσι τελειούμε νος. Ξένος προσέπεσεν, ἄοικος, παρεπίδημος; Ὑπό δεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις, καὶ εἰσοικισθέντα σοι διὰ τῆς χά ριτος, καὶ πρὸς τὴν ἄνω κατοικίαν ἑλκύσαντα. Γενοῦ Ζακχαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον μεγαλόψυχος· πάντα τῇ εἰσόδῳ τοῦ Χριστοῦ καρποφόρησον, ἵνα μέγας ἀναφανῇς, κἂν μικρὸς ᾖς τὴν σωματικὴν ἡλικίαν, καλῶς Χριστὸν θεασάμενος. Ἄῤῥωστος πρόκειται καὶ τραυματίας; τὴν σὴν ὑγίειαν αἰ δέσθητι, καὶ τὰ τραύματα, ὧν σε Χριστὸς ἠλευθέ ρωσεν. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, τὸ σὸν τιμῶν ἔνδυμα τῆς ἀφθαρσίας· Χριστὸς δὲ τοῦτό ἐστιν· Ἐπειδὴ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνδεδύμεθα. Ἐὰν χρεωφειλέτην λάβῃς προσπίπτοντα, πᾶσαν συγγραφὴν ἄδικον καὶ δικαίαν διάσπασον. Μνήσθητι τῶν μυρίων ταλάντων, ὧν σοι Χριστὸς ἐχαρίσατο. Μὴ γένῃ πράκτωρ πικρὸς τοῦ ἐλάττονος χρέους. Καὶ ταῦτα τίσι; Τοῖς ὁμοδούλοις, ὁ τὸ πλέον παρὰ τοῦ ∆εσπότου συγχωρηθεὶς, μὴ καὶ τῆς ἐκείνου φιλανθρωπίας ὑπόσχῃς δίκην, ἣν οὐκ ἐμιμήσω λαβὼν ὑπόδειγμα.
ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημά των ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρ θωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶ σθαι, ἢ, τό γε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθε σθαι. Τί γὰρ ὄφελος σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζη μίαν· δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι; Τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γάρ 36.405 ἐστι παρὰ σοὶ τὸ ἀλλότριον· καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη. Τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα· τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων τὸ λουτρὸν ἔχει συγχώρησιν. ∆εῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ' ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλ' ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Μακά ριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι· τοῦτο τῆς παντελοῦς καθάρσεως· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρ τίαι· τοῦτο τῶν οὔπω τὸ βάθος καθηραμένων. Μακά ριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν· τρίτη τις αὕτη τάξις τῶν ἁμαρτανομένων· ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύ θυνον.
ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος; χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύ πτουσα· σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν, καὶ εἰς γῆν κλιθῇς, ὥσπερ κύφωνι παρὰ τοῦ πονηροῦ βαρηθεῖσα, καὶ δυσ ανάκλητον