1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

θανάτου ἀποκαθάραντος. οὐ γὰρ πρὸς ἃ νῦν ἐπιτηδείως ἔχει τὰ αὐτὰ καὶ ἐν τῷ μετὰ ταῦτα χρησιμεύσει βίῳ, ἀλλ' οἰκεία καὶ κατάλληλος ἔσται τῇ ἀπολαύσει τῆς ζωῆς ἐκείνης ἡ τοῦ σώματος ἡμῶν παρασκευὴ ἁρμοδίως πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διατεθεῖσα. οἷόν τι λέγω (κρεῖττον γὰρ ὑποδείγματι τῶν γνωρίμων τινὶ διασαφηνίσαι τὸ νόημα)· ἡ τοῦ σιδήρου βῶλος χρησιμεύει τῇ χαλκευτικῇ τέχνῃ καὶ ἀκατέργαστος ἄκμων γενομένη τοῦ τεχνιτεύοντος. ἀλλ' ὅταν δέῃ πρός τι λεπτότερον μετεργασθῆναι τὸν σίδηρον, τότε δι' ἐπιμελείας τὴν βῶλον τοῦ πυρὸς ἐκκαθάραντος ἅπαν ἀποτίθεται τὸ γεῶδες καὶ ἄχρηστον, ὃ δὴ σκωρίαν οἱ τεχνῖται τῆς ἐργασίας ταύτης κατονομάζουσι, καὶ οὕτως ὁ ποτὲ ἄκμων λεπτουργηθεὶς ἢ θώραξ ἢ ἄλλο τι τῶν λεπτῶν κατασκευασμάτων ἐγένετο τοῦ τοιούτου περιττώματος ἐκκαθαρθεὶς διὰ τῆς χωνείας, ὅπερ ἕως ὅτε ἄκμων ἦν οὐκ ἐνομίζετο πρὸς τὴν τότε χρείαν εἶναι περίττωμα. συνετέλει γάρ τι καὶ ἡ σκωρία πρὸς τὸν ὄγκον τοῦ σιδήρου ἐγκαταμεμιγ μένη τῇ βώλῳ. εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, μετακτέον ἤδη πρὸς τὸ προκείμενον νόημα τὴν ἐν τῷ ὑποδείγματι θεωρη θεῖσαν διάνοιαν. τί οὖν ἐστι τοῦτο; πολλὰς ἔχει νῦν σκωριωδεῖς ποιότητας ἡ τοῦ σώματος φύσις, αἳ κατὰ μὲν τὴν παροῦσαν ζωὴν πρός τι χρήσιμον συντελοῦσιν, ἀχρήστως δὲ παντάπασι καὶ ἀλλοτρίως ἔχουσι πρὸς τὴν μετὰ ταῦτα προσδοκωμένην 9.61 μακαριότητα. ὅπερ οὖν ἐν τῷ πυρὶ περὶ τὸν σίδηρον γίνεται τὸ ἄχρηστον ἅπαν τῆς χωνείας ἀποποιούσης, τοῦτο διὰ τοῦ θανάτου κατορθοῦται τῷ σώματι παντὸς περιττώματος ἀποποιουμένου διὰ τῆς ἐν τῇ νεκρότητι λύσεως. φανερὰ μὲν οὖν ἐστι πάντως τοῖς ἐπεσκεμμένοις ποῖα ταῦτά ἐστιν ὧν ἀποκαθαίρεται τὸ σῶμα εἰς ὕστερον, ἅπερ εἰ μὴ παρείη κατὰ τὴν παροῦσαν ζωὴν ζημία γίνεται τοῦ βίου τούτου. Πλὴν ἀλλὰ καὶ παρ' ἡμῶν σαφηνείας χάριν δι' ὀλίγων εἰρήσεται· ἔστω καθ' ὑπόθεσιν ἀντὶ μὲν τῆς βώλου ἡ ὄρεξις ἡ φυσικῶς ἐπὶ πάντων ἐνεργουμένη, ἀντὶ δὲ τῆς σκωρίας ταῦτα πρὸς ἃ νῦν τὰς ὁρμὰς ἔχει ἡ ὄρεξις· ἡδοναὶ καὶ πλοῦτοι καὶ φιλοδοξίαι καὶ δυναστεῖαι καὶ θυμοὶ καὶ τῦφοι καὶ τὰ τοιαῦτα. τούτων ἁπάντων καὶ τῶν τοιούτων καθάρσιον ἀκριβὲς ὁ θάνατος γίνεται· ὧν γυμνωθεῖσά τε καὶ καθαρθεῖσα πάντων ἡ ὄρεξις πρὸς τὸ μόνον ὀρεκτόν τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον τῇ ἐνεργείᾳ τραπήσεται οὐκ ἀποσβέσασα καθόλου τὰς ἐγκειμένας φυσικῶς ἡμῖν ἐπὶ τὰ τοιαῦτα ὁρμὰς ἀλλὰ πρὸς τὴν ἄϋλον τῶν ἀγαθῶν μετουσίαν μεταποιήσασα. ἐκεῖ γὰρ ὁ ἔρως τοῦ ἀληθινοῦ κάλλους ὁ ἄπαυστος, ἐκεῖ ἡ ἐπαινετὴ τῶν τῆς σοφίας θησαυρῶν πλεονεξία καὶ ἡ καλή τε καὶ ἀγαθὴ φιλοδοξία ἡ τῇ κοινωνίᾳ τῆς τοῦ θεοῦ βασιλείας κατορθουμένη καὶ τὸ καλὸν πάθος τῆς ἀπληστίας <τὸ> οὐδέποτε κόρῳ τῶν ὑπερκειμένων πρὸς τὸν ἀγαθὸν <ἀνιὸν> πόθον ἐπικοπτόμενον. οὐκοῦν μαθὼν ὅτι τοῖς καθήκουσι χρόνοις ὁ τοῦ παντὸς τεχνίτης τὴν τοῦ σώματος βῶλον εἰς ὅπλον εὐδοκίας μεταχαλκεύσει Θώρακα δικαιοσύνης καθώς φησιν ὁ ἀπόστολος καὶ Μάχαιραν πνεύματος καὶ Περικεφαλαίαν 9.62 ἐλπίδος καὶ πᾶσαν τὴν τοῦ θεοῦ Πανοπλίαν κατεργασάμενος, ἀγάπα τὸ ἴδιον σῶμα κατὰ τὸν τοῦ ἀποστόλου νόμον, ὅς φησιν ὅτι Οὐδεὶς τὸ ἑαυτοῦ σῶμα ἐμίσησεν. Τὸ σῶμα δὲ τὸ κεκαθαρμένον ἀγαπᾶσθαι χρή, οὐ τὴν ἀποποιουμένην σκωρίαν. ἀληθὲς γάρ ἐστιν ὥς φησιν ἡ θεία φωνὴ Ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, τότε αὐτὴν εὑρήσομεν οἰκοδομὴν ἐκ θεοῦ γενομένην οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, ἀξίαν τοῦ εἶναι αὐτὴν θεοῦ Κατοικητήριον ἐν πνεύματι. καί μοι μηδεὶς χαρακτῆρα καὶ σχῆμα καὶ εἶδος ὑπογραφέτω τῆς ἀχειροποιή του ἐκείνης οἰκίας καθ' ὁμοιότητα τῶν νῦν ἐπιφαινομένων ἡμῖν χαρακτήρων καὶ διακρινόντων ἡμᾶς ἀπ' ἀλλήλων τοῖς ἰδιώμασιν. οὐ γὰρ μόνης τῆς ἀναστάσεως ἡμῖν παρὰ τῶν θείων λογίων κεκηρυγμένης ἀλλὰ καὶ τὸ δεῖν ἀλλαγῆναι τοὺς ἀνακαινισθέντας διὰ τῆς ἀναστάσεως τῆς θείας διεγγυω μένης γραφῆς, ἀνάγκη πᾶσα κεκρύφθαι παντάπασι καὶ ἀγνοεῖσθαι πρὸς ὅ τι ἀλλαγησόμεθα τῷ μηδὲν ὑπόδειγμα τῶν ἐλπιζομένων ἐν τῷ νῦν καθορᾶσθαι βίῳ. νῦν μὲν γὰρ πᾶν