13
τινὰ τῆς τοῦ ὕδατος ἐπικλύσεως εἰς ἔτι καὶ νῦν διασώζεται. Τὸ δ' ὅσον βύθιον ἦν τότε καὶ ἐν τῷ πυθμένι τοῦ ὕδα τος, ἅπαν μετεσκευάσθη εἰς ἄλση, καὶ οἴκησιν καὶ λειμῶνας, καὶ ἄροσιν. Ταύτης οἶμαι τῆς δίκης μηδ' ἂν αὐτὸν ἐκεῖνον τὸν ὀνομαστὸν Σολομῶντα, τῶν πρωτείων ἀμφισβητῆσαι. Τί γὰρ τοσοῦτον εἰς ἀρε τὴν, ἀποσῶσαι τὸ τῶν μητρῴων δύο μαζῶν βρέφος ἐνυπομάζιον, ᾧ τὸ ἴσον ἦν πάντως εἰς σωτηρίαν, εἴτε παρὰ τῆς γεννησαμένης, εἴτε καὶ παρὰ τῆς ἑτέ ρας ἑαυτῷ τὰ τῆς ἀνατροφῆς ἐσπουδάζετο, ἢ δύο νεανίας βραβεῦσαι τὴν σωτηρίαν; οἳ νῦν ἐπὶ τὰ τοῦ βίου πράγματα παρελθόντες, ἐν ἀκμῇ τῆς νεότητος, κατ' αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος τοῦ θυμοῦ πρὸς τὸν κατ' ἀλλήλων φόνον αὐτοῖς παροιστρήσαντος, ἔμελλον θέαμα πικρὸν τοῖς τότε μετ' ὀλίγον ἐπιδειχθή σεσθαι, κατ' ἀλλήλων τὰς χεῖρας ὁπλίσαντες, ἐφ' ὧν ἐλπὶς ἦν, ἢ ἀμφοτέρους ὑπ' ἀλλήλων φθαρήσε σθαι, ἢ τὸν ἕνα γενέσθαι πάντως ἐν τῷ τῆς ἀδελφο κτονίας μιάσματι; ἵνα παρῶμαι τοὺς ἑκατέροις τού των συμπαρατασσομένους ἐν τῷ ἴσῳ θυμῷ, οἷς εἷς ὅρος τῆς κατ' ἀλλήλων ὁρμῆς, ὁ τῶν ἀντιτεταγμένων θάνατος ἦν. Ὁ τοίνυν ἤδη κατ' αὐτῶν κυρωθεῖσαν ὑπὸ τῆς τοῦ πονηροῦ στρατηγίας τὴν τοῦ θανάτου ψῆφον διὰ τῆς εὐχῆς ἀναλύσας, καὶ τὴν φύσιν πάλιν πρὸς ἑαυτὴν καταλλάξας, καὶ μεταβαλὼν εἰς εἰρηνι κὰς εὐφροσύνας τὴν περὶ τοὺς φόνους σπουδήν· πόσῳ μᾶλλον εἰκότως ἐπὶ τῇ κρίσει θαυμάζοιτο παρὰ τὸν τὴν κακουργίαν τῆς ἑταιρίδος φωράσαντα; Τὸ γὰρ ἐπὶ τῷ ὕδατι θαῦμα, πῶς ἀθρόως εἰς χέρσον μετ εσκευάσθη τὸ πλώϊμον, καὶ πεδίον ἐγένετο, καὶ κοῖ λον ἡ λίμνη, καὶ πῶς ἡ ἀντὶ θαλάσσης οὖσα τῷ τόπῳ τὸ πρότερον, νῦν πρὸς καρπῶν ἄνεισι φορὰν, τοῦτο σιγᾷν οἶμαι καλῶς ἔχειν μᾶλλον, ἢ διεξιέναι τῷ λόγῳ, μὴ δυναμένῳ κατ' ἀξίαν συνεπαρθῆναι τῷ διηγήματι. Τί γὰρ τοιοῦτον ἐν τοῖς ἀναγράπτοις θαύμασι με μαθήκαμεν, ὡς δύνασθαι εἰς ἴσον ἐλθεῖν τούτῳ διὰ συγκρίσεως; Ἔστησεν ὁ τοῦ Ναυὴ Ἰησοῦς τὸ τοῦ Ἰορδάνου ῥεῖθρον· ἀλλ' ἕως ἡ κιβωτὸς ἦν ἐν τῷ ὕδατι. Περαιωθέντος δὲ τοῦ λαοῦ καὶ τῆς κιβωτοῦ διελθούσης, ἀπέδωκε πάλιν τῷ ῥείθρῳ τὸ σύνηθες. Γυμνοῦται τοῦ ὕδατος ἐν τῷ Ἐρυθραίῳ πελάγει τὸ τοῦ βυθοῦ ὑποκείμενον, ἀπωσθείσης ὑπὸ τοῦ πνεύματος ἐπὶ τὰ πλάγια τῆς θαλάσσης· ἀλλὰ ὁ χρόνος τοῦ θαύματος ἦν ἡ τοῦ στρατοῦ πάροδος, ἡ διὰ τοῦ ξηροῦ κατὰ τὸν 46.929 βυθὸν γενομένη. Μετὰ τοῦτο δὲ πάλιν μία τοῦ ὕδατος ἡ ἐπιφάνεια γίνεται· καὶ τὸ πρὸς ὀλίγον διαιρεθὲν συνεκλύσθη. Ἐνταῦθα δὲ τὸ ἅπαξ γενόμενον ἔμεινεν οἷον ἐγένετο, ὡς μὴ ἀπιστεῖσθαι τῷ χρόνῳ τὸ θαῦμα, διὰ τῶν φαινομένων εἰς τὸ διηνεκὲς μαρτυρούμενον. Τὰ μὲν δὴ κατὰ τὴν λίμνην λεγόμενά τε καὶ δεικνύ μενα τοῦτον ἔχει τὸν τρόπον. Ἕτερον δὲ μετὰ τοῦτο θαῦμα τοιοῦτον παρ' αὐτοῦ δείκνυταί τε καὶ μνημο νεύεται. Ποταμός τις παρ' αὐτοῖς διαῤῥεῖ τὸν χῶρον, αὐτῷ τῷ ὀνόματι τὸ τραχὺ καὶ ἀνήμερον ἐπισημαί νων τοῦ ῥεύματος· Λύκος γὰρ, διὰ τὸ βλαπτικὸν εἶναι, παρὰ τῶν προσοικούντων ἐπονομάζεται. Οὕτως πολὺς μὲν καὶ ἐκ τῶν πηγῶν καταφέρεται τῆς Ἀρμενίας, τῆς χώρας αὐτῷ διὰ τῶν ὑπερκειμένων ὀρῶν δαψιλὲς ἐπιχορηγούσης τὸ ῥεῖθρον. Κοῖλος δὲ πανταχοῦ τὰς ὑπωρείας τῶν κρημνῶν ὑποῤῥέων πολὺ μᾶλλον ταῖς χειμερίαις χαράδραις ἀποτραχύνεται, πάσας εἰς ἑαυ τὸν τὰς ἐκ τῶν ὀρῶν συῤῥοίας ὑπολαμβάνων. Ἐν δὲ τῷ ὑπτίῳ τῆς χώρας, δι' ἧς διεξέρχεται, πολλάκις ταῖς ἑκατέρωθεν κρηπῖσι στενοχωρούμενος, κατά τι μέρος ὑπερχεῖται τῆς ὄχθης, κατὰ τὸ πλάγιον, ἅπαν ἐπικλύζων τῷ ῥείθρῳ τὸ ὑπερκείμενον· ὥστε συν εχεῖς κατὰ τὸ ἀπροσδόκητον τοῖς παροικοῦσι τῷ τόπῳ τοὺς κινδύνους ἐπάγεσθαι, ἀωρὶ τῶν νυκτῶν ἢ καὶ μεθ' ἡμέραν πολλάκις τοῦ ποταμοῦ τοῖς ἀγροῖς ἐπ εμβαίνοντος. Ὅθεν οὐ φυτὰ μόνον καὶ σπέρματα καὶ βοσκήματα τῇ τῶν ὑδάτων φορᾷ διεφθείρετο, ἀλλὰ καὶ αὐτῶν ἥπτετο τῶν οἰκητόρων ὁ κίνδυνος, ἀπροόπτως ἐν τῇ ἐπικλύσει τοῦ ὕδατος ἐν ταῖς οἰκίαις ναυαγούντων. Τῶν τοίνυν προκατορθωθέντων τῷ με γάλῳ θαυμάτων εἰς ἅπαν διαπεφοιτηκότων τὸ ἔθνος, ἀναστάντες οἱ κατὰ τὸ μέρος ἐκεῖνο τῷ ποταμῷ προσ οικοῦντες, ἄνδρες καὶ γυναῖκες