1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

ἔνδοθεν ἐγενόμεθα τοῦ περιστῴου, ὁρῶμεν ῥύακα πυρὸς ἐπὶ τὴν ἐκκλησίαν εἰσρέοντα· ὁ γὰρ τῶν παρθένων χορὸς τὰς ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς φέρουσαι στοιχηδὸν ἀλλήλαις κατὰ τὴν εἴσοδον τῆς ἐκκλησίας προῄεσαν, 6.11 τοῖς πυρσοῖς διόλου καταλαμπόμεναι. ἐντὸς δὲ γενόμενος καὶ συνησθεὶς τῷ λαῷ καὶ συνδακρύσας (ταῦτα γὰρ ἦν ἀμφότερα πάσχειν τῷ κἀν τῷ πλήθει βλέπειν τὰ δύο πάθη), ὁμοῦ τε τῶν εὐχῶν ἐπαυσάμην καὶ ταύτην τῇ ὁσιότητί σου τὴν ἐπιστολὴν διεχάραξα, ἐπισπεύδων ὡς οἷόν τε, τῷ τῇ δίψῃ καταναγκάζεσθαι προσασχοληθῆναι μετὰ τὸ γράμμα τῇ θεραπείᾳ τοῦ σώματος.

7.τ Ἱερίῳ ἡγεμόνι

7.1 Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ

συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ' ἡμῶν τῆς νομοθεσίας ἐνεργόν ἐστι μόνον· πολλὴ γὰρ τῶν εὐθηνούντων ἡ σπάνις, ὡς μὴ ἔχειν εὑρεῖν ῥᾳδίως, τίσι τῶν ἀγαθῶν συμμετάσχωμεν, τῶν 7.2 δ' ὡς ἑτέρως πραττόντων ἀφθονία πολλή. ταῦτα προοιμιάζομαι διὰ τὴν δυστυχῆ τραγῳδίαν, ἣν πονηρός τις δαίμων ἐν τοῖς πάλαι γνησίοις ἐδραματούργησεν. νέος τις τῶν εὐπατριδῶν, Συνέσιος ὄνομα αὐτῷ, οὐκ ἔξω τοῦ ἐμοῦ γένους, ἐν ἀκμῇ τῆς ἡλικίας, οὔπω σχεδὸν τοῦ ζῆν ἀρξάμενος ἐν μεγάλοις κινδύνοις ἐστίν· ὃν ἐξελέσθαι μόνος ὁ θεὸς ἰσχὺν ἔχει, καὶ μετὰ τὸν θεὸν σὺ ὁ τὴν περὶ θανάτου 7.3 καὶ ζωῆς ψῆφον πεπιστευμένος. δυστύχημα γέγονεν ἀκούσιον· τίς δ' ἂν ἑκὼν δυστυχήσειε; καὶ νῦν ἔγκλημα τὴν δυστυχίαν πεποίηνται οἱ κατ' αὐτοῦ τὴν ἐπιθανάτιον ταύ7.4 την δίκην συστήσαντες. ἀλλ' ἐκείνους μὲν ἰδίοις γράμμασι καθυρεῖναι τῆς ὀργῆς δυσωπῆσαι πειράσομαι, τὸ δὲ σὸν εὐμενὲς μετὰ τοῦ δικαίου καὶ μεθ' ἡμῶν γενέσθαι παρακαλῶ, ὅπως ἂν τὴν ἀθλιότητα τοῦ νέου ἡ σὴ φιλανθρωπία νικήσειε, πᾶσαν μηχανὴν ἐξευροῦσα, δι' ἧς ἔξω κινδύνων ἔσται ὁ νέος, τὸν πονηρὸν κατ' αὐτοῦ δαίμονα διὰ τῆς σῆς συμμαχίας 7.5 νικήσας. πάντα εἶπον ἐν κεφαλαίῳ ἃ βούλομαι· τὸ δὲ καθ' ἕκαστον ὑποτείνεσθαι ὅπως ἂν κατορθωθείη τὸ σπουδαζόμενον, οὔτε ἐμὸν ἂν εἴη τὸ λέγειν οὔτε σὸν τὸ διδάσκεσθαι.

8.τ Ἀντιοχιανῷ

8.1 Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων

θαυμάζεταιθαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς τε καὶ περὶ τὸν Ὠκεανὸν διηγήμασιν, ὅσον ἐπὶ τῷ εἰπεῖν τὸν θησαυρὸν ἐν τοῖς φίλοις ἔχειν, τολμῶ καὶ αὐτὸς ἐν τῷ μέρει τούτῳ τοῖς ἐκείνου θαύμασιν ἐμαυτὸν ἀντεπᾶραι, καί μοι προσήκει τὸν τοιοῦτον μᾶλλον λόγον εἰπεῖν, ὅτι [δὲ] πλουτῶ τῇ φιλίᾳ καὶ ὑπεραίρω τῷ τοιούτῳ κτήματι τάχα καὶ αὐτὸν ἐκεῖνον 8.2 τὸν ἐπὶ τούτῳ μεγαλαυχούμενον. τίς γὰρ ἐκείνῳ τοιοῦτος φίλος, οἷος ἐμοὶ σύ, διὰ πάντων ἐν ἑκάστῳ τῆς ἀρετῆς εἴδει 8.3 πρὸς ἑαυτὸν ἁμιλλώμενος; πάντως γὰρ οὐκ ἄν τις ἐμοὶ ταῦτα λέγοντι κολακείαν ἐπικαλέσειε, πρός τε τὴν ἡλικίαν τὴν ἐμὴν καὶ πρὸς τὸν σὸν βίον βλέπων· ἔξωρός τε γὰρ ἤδη πρὸς κολακείαν ἡ πολιά, καὶ τὸ γῆρας εἰς θωπείαν ἀνεπιτήδειον, σοί τε, καὶ εἰ ἐν ὥρᾳ τοῦ κολακεύειν ἤμην ποτέ, ὁ ἔπαινος πρὸς ὑπόληψιν κολακείας οὐκ ἂν κατέπιπτε, τοῦ βίου πρὸ τῶν 8.4 λόγων δεικνύντος τὸν ἔπαινον. ἀλλ' ἐπειδὴ τῶν καλῶς πλουτούντων ἴδιον τὸ εἰδέναι κεχρῆσθαι οἷς ἔχουσιν, ἀρίστη δὲ χρῆσις τῶν παρόντων τὸ κοινὰ προτιθέναι τοῖς φίλοις ἃ ἔχουσι, φίλος δέ μοι πάντων μάλιστα διὰ πάσης γνησιότητος συνηρμοσμένος ὁ ποθεινότατος υἱὸς Ἀλέξανδρος, παρακλήθητι δεῖξαι αὐτῷ τὸν ἐμὸν θησαυρόν, καὶ μὴ δεῖξαι μόνον ἀλλὰ καὶ δαψιλῶς παρασχεῖν ἐμφορηθῆναι, τῷ προστῆναι 8.5 αὐτοῦ