13
πικρότατα φαίνεσθαι· καὶ οὐδεὶς ἂν οὔτε τῶν οἰκετῶν, οὔτε τῶν φίλων τολμήσειε τότε ὑπὲρ τῶν ἐν τῷ κόσμῳ τούτῳ, καὶ σφόδρα κατεπειγόντων, ῥῆξαι φωνήν· πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν. Ὑπεροψία χρημάτων τότε πολλὴ, τότε ὀργῆς ἀναίρεσις, τότε ὀλιγωρία φιλοτιμίας, καὶ οὔτε φθόνος ἐμφωλεῦσαι, οὐ τῦφος ἐκβακχεῦσαι τὸν ὑπὸ τοῦ πένθους συντριβέντα δύναιτ' ἂν, οὐκ ἐπιθυμία ἐμπίπρησι τὸν ἀκόλαστον, ἀλλὰ πάντων τούτων φυγαδευθέντων ἐκεῖθεν, εἷς μόνος κατοικίζεται λογισμὸς, ὁ τὴν εἰκόνα τοῦ τετελευτηκότος διακρατῶν συνεχῶς· τοῦτο καὶ σῖτα, καὶ ποτὸς, καὶ ὕπνος, καὶ ἡδονὴ, καὶ ἀνάπαυσις, καὶ παραμυθία πολλή· τοῦτο δόξα, καὶ πλοῦτος, καὶ δυναστεία, καὶ τρυφή.
ιʹ. Οὕτως ἡμᾶς ἐχρῆν τὴν ἀποβολὴν τῆς σωτηρίας τῆς ἡμετέρας πενθεῖν, ἵνα μηδὲν εἴπω πλέον· μετὰ τοσούτου πόθου καὶ προθυμίας ἔδει πάντων ἐκεῖ τετάσθαι τὸ ὄμμα τῆς ψυχῆς, καὶ πάντα ἡμῖν τὴν ἐκείνης εἶναι μνήμην καὶ ἀνατύπωσιν. Νῦν δὲ οἱ μὲν παῖδας καὶ γυναῖκας ἀποβαλόντες πρὸς οὐδὲν ἕτερον ἀπασχολοῦσι τὸν νοῦν, ἢ πρὸς τὸ φαντάζεσθαι τοὺς ἀποσπασθέντας αὐτῶν· ἡμεῖς δὲ οἱ βασιλείαν ἀπολέσαντες οὐρανῶν, πάντα μᾶλλον ἢ ταύτην διανοούμεθα. Καὶ ἐκείνων μὲν οὐδεὶς, κἂν βασιλικωτάτου τύχῃ γένους, τῷ τοῦ πένθους αἰσχύνεται νόμῳ· ἀλλὰ καὶ ἐπ' ἐδάφους καθιεῖται, καὶ θρηνήσει πικρὸν, καὶ τὴν ἐσθῆτα μεταβαλεῖ, καὶ τὰ ἄλλα πάντα μετὰ πολλῆς ὑποστήσεται προθυμίας τὰ τῆς τιμωρίας ἐκείνης· καὶ οὔτε ἀνατροφὴν, οὔτε σώματος ἕξιν, οὐ τὰς μετὰ ταῦτα λογιεῖται νόσους, τὰς ἀπὸ τῆς ταλαιπωρίας ἐκείνης, ἀλλὰ μετὰ πολλῆς ἅπαντα οἴσει τῆς εὐκολίας. Καὶ ταῦτα μὲν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, κἂν σφόδρα ἀσθενεῖς ὦσιν, ἐπιδείκνυνται, καὶ τούτων πλείονα. Ἡμεῖς δὲ οὐ παῖδας, οὐ γυναῖκας, ἀλλὰ ψυχῆς ἀπώλειαν πενθοῦντες, ψυχῆς οὐκ ἀλλοτρίας, ἀλλὰ τῆς ἡμετέρας, σκηπτόμεθα προφασιζόμενοι σώματος 47.410 ἀσθένειαν καὶ ἀνατροφῆς ἁπαλότητα. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν! νῦν δὲ οὐδὲ ἐκεῖνα πράττομεν ἐν οἷς οὐδὲν τῆς τοῦ σώματος ἐνεργείας δεόμεθα. Ποῦ γὰρ, εἰπέ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν, ὅταν ταπεινῶσαι λογισμόν; Ταῦτα γάρ ἐστιν ἃ καὶ τὸν Θεὸν ἵλεων ἡμῖν καθίστησι, καὶ οὐ πολλοῦ δεῖται πόνου· καὶ οὐδὲ ταῦτα πράττομεν. Οὐδὲ γὰρ σάκκου περιβολὴ, οὐδὲ τὸ ἐν οἰκίσκῳ κατακλεῖσαι ἑαυτὸν, οὐδὲ τὸ καθίσαι ἐν σκότῳ, τοῦτο μόνον ἐστὶ τὸ πενθεῖν, ἀλλὰ τὸ διαπαντὸς τὴν μνήμην τῶν οἰκείων ἀναστρέφειν κακῶν, καὶ βασανίζειν τὸ συνειδὸς τούτοις τοῖς λογισμοῖς, τὸ συνεχῶς ἀναμετρεῖν τῆς ὁδοῦ τὸ μῆκος, ὅσον ἀπολειπόμεθα τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ πῶς τοῦτο ἔσται; φησί. Πῶς; ἂν τὴν γέενναν ἔχωμεν ἀεὶ πρὸ τῶν ὀφθαλμῶν, καὶ τοὺς πανταχοῦ τότε διατρέχοντας ἀγγέλους, καὶ συνάγοντας ἐκ τῆς οἰκουμένης ἁπάσης τοὺς ἐν τῇ γεέννῃ ἀπαχθήσεσθαι μέλλοντας· ἂν τὴν ἔκπτωσιν λογισώμεθα τῆς βασιλείας, ὅσον κακὸν, καὶ τῆς γεέννης χωρίς. Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός. Εἰ γὰρ ἀναγινώσκοντες μόνον τὸ ὑπόδειγμα τῶν πέντε παρθένων, ἃς ἔξω τοῦ νυμφῶνος ἡ τοῦ ἐλαίου σπάνις ἀπέκλεισεν, ἐξ ἴσης ἐκείναις αὐταῖς ἀλγοῦμεν ἐπὶ τοῖς ἐκείνων κακοῖς, καὶ