13
γʹ. Ταῦτα λέγων, καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἀκουόντων, καὶ καταπασσέσθω τέφραν ἐπὶ τῆς κεφαλῆς, καὶ αἰσχυνέτω τῇ κόνει τὸ πρόσωπον, καὶ παρακαλείτω πάντας ὀρέξαι χεῖρα, κατατιλλέτω τὴν πολιάν. Τάχα ἡμῖν καλὸς ὁ κατήγορος ἀπηκρίβωται πρὸς τὸ τοὺς ἀκούοντας ἐμπρῆσαι ἅπαντας, καὶ πεῖσαι κατὰ κρημνῶν τοὺς τὰ τοιαῦτα ἐργασαμένους ἐμβαλεῖν. ∆ιὰ γὰρ τοῦτο πρὸς ἄκρον ἁπασῶν τῶν αἰτιῶν τὸν λόγον ἤγαγον, ἵνα τούτου τοῦ οὕτω κατασκευασθέντος, ἡττηθέντος ὑφ' ἡμῶν τῇ τοῦ Θεοῦ χάριτι, μηδεὶς τοῖς λοιποῖς γένοιτο λόγος. Τοῦ γὰρ πάντα ὁμοῦ ἔχοντος ταῦτα ἐπιστομισθέντος, ὁ μὴ πάντα ἔχων ὁμοῦ οὐδὲ γὰρ πάντα οἷόν τε συνελθεῖν εὐκόλως ἡμῖν παραχωρήσει τῆς νίκης λοιπόν. Οὗτος μὲν οὖν ταῦτα λεγέτω καὶ τούτων πλείονα. Ἐγὼ δὲ παραιτήσομαι τοὺς δικάζοντας, μὴ νῦν ἐλεεῖν τὸν γέροντα τοῦτον, ἀλλ' ὅταν αὐτὸν δείξωμεν πενθοῦντα τὸν υἱὸν, δεινὸν μὲν οὐδὲν πεπονθότα, τῶν δὲ μεγάλων ἀγαθῶν ἀπολαύσαντα, καὶ ὧν ἐπέκεινα ἕτερα οὐκ ἔστιν εὑρεῖν. Τότε γὰρ ὄντως ἄξιος ἐλέου καὶ δακρύων ἂν εἴη, μηδὲ συνιδεῖν τὴν εὐπραγίαν δυνάμενος τοῦ παιδὸς, ἀλλὰ τοσοῦτον ἀπέχων αὐτῆς ὡς καὶ ἐπὶ μεγίστοις θρηνεῖν τοῖς κακοῖς. 47.335 Πόθεν οὖν ἀρξόμεθα τοῦ λόγου τοῦ πρὸς αὐτόν; Ἀπὸ τοῦ πλούτου καὶ τῶν χρημάτων, ἐπειδὴ καὶ αὐτὸς τοῦτο μάλιστα πάντων ὀδύρεται, καὶ πᾶσι τοῦτο αὐτὸ εἶναι δοκεῖ τὸ δεινότατον, εἰ πλουτοῦντες παῖδες ἐπὶ τοῦτον ἕλκοιντο τὸν βίον. Εἰπὲ οὖν μοι, τίνα μακαρίζομεν ἅπαντες, καὶ ζηλωτὸν εἶναί φαμεν, τὸν ἐν δίψῃ καθεστῶτα ἀεὶ, καὶ πρὶν ἢ τῆς προτέρας ἐμφορηθῆναι κύλικος, δεόμενον πάλιν ἑτέρας, καὶ ἐν τούτῳ ὄντα διαπαντὸς, ἢ τὸν ἀνωτέρω καθεστῶτα τῆς ἀνάγκης ἐκείνης, καὶ ἄδιψον ἀεὶ μένοντα, καὶ οὐδέποτε εἰς τὴν τοῦ πόματος τούτου καθελκόμενον χρείαν; οὐχ ὁ μὲν πυρέττοντι προσέοικε, καὶ χαλεπωτάτην ἀνάγκην ἔχοντι, κἂν ἐκ πηγῶν ἀρύεσθαι ἔχῃ τὰ νάματα, ὁ δὲ ἐλεύθερός τέ ἐστι τὴν ὄντως ἐλευθερίαν, καὶ ὑγιαίνει τὴν ὄντως ὑγίειαν, καὶ μείζων ἢ κατὰ ἀνθρωπίνην γέγονε φύσιν; Τί δαὶ, εἴ τις γυναικὸς ἐρῶν συγγίνοιτο μὲν αὐτῇ διηνεκῶς, μειζόνως δὲ μετὰ τὴν συνουσίαν φλέγοιτο ταύτην, ἕτερος δὲ ταύτης ἐκτὸς τῆς μανίας ἑστήκοι, καὶ μηδὲ ὄναρ ἁλίσκοιτο τῷ κακῷ, τίς πάλιν ἡμῖν ὁ ζηλωτὸς καὶ μακάριος; οὐχ οὗτος; τίς δὲ ἄθλιος καὶ ταλαίπωρος; οὐχ ὁ νοσῶν τὸν κενὸν ἐκεῖνον ἔρωτα, καὶ μηδαμοῦ σβεσθῆναι δυνάμενον, ἀλλὰ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενος μᾶλλον; Εἰ δὲ πρὸς τοῖς εἰρημένοις μακαρίζοι μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ, καὶ μήτε αὐτὸς ἐκείνης τῆς ἀνάγκης ἀπαλλάττεσθαι βούλοιτο, τούς τε ἀπηλλαγμένους τοῦ πάθους ἀποδύροιτο, ὥσπερ οὗτος νῦν, οὐχὶ ταύτῃ πάλιν ἐλεεινότερος ἔσται καὶ ἀθλιώτερος, μὴ μόνον νοσῶν, ἀλλὰ μηδὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι νοσεῖ, καὶ διὰ τοῦτο μήτε ἀπαλλαγῆναι βουλόμενος, καὶ τοὺς ἀπηλλαγμένους θρηνῶν; Ἀγάγωμεν δὴ τὸν λόγον τοῦτον καὶ ἐπὶ τὴν τῶν χρημάτων κτῆσιν, καὶ ὀψόμεθα τίς ὁ ἄθλιος καὶ ταλαίπωρος· ἐκείνων μὲν γὰρ τῶν ἐρώτων σφοδρότερος οὗτός ἐστι καὶ μανικώτερος· οὐκοῦν καὶ πλεῖον ὀδυνῆσαι δύναιτ' ἂν, οὐ τούτῳ μόνον ὅτι τὴν λαμπάδα δριμυτέραν ἔχει, ἀλλ' ὅτι καὶ πρὸς τὴν ἐπινενοημένην παραμυθίαν ἀνένδοτός ἐστι καὶ σκληρότερος πλέον ἐκείνων. Μᾶλλον γὰρ οἱ ποτοῦ καὶ σωμάτων ἐρῶντες μετὰ τὴν ἀπόλαυσιν λήψονται κόρον, ἢ οἱ περὶ πλοῦτον μαινόμενοι. Ὅθεν ἐκείνους μὲν καὶ τῷ λόγῳ συμπλάσαι ἠναγκάσθημεν, διὰ τὸ μὴ ταχέως ἐπὶ τῆς πείρας ὁρᾷν αὐτὸ φαινόμενον· τούτου δὲ τοῦ νοσήματος ἀπὸ τῶν πραγμάτων πολλὰ ἕξομεν παρασχεῖν τὰ ὑποδείγματα. ∆ιὰ ταῦτα οὖν, εἰπέ μοι, θρηνεῖς τὸν υἱὸν, ὅτι μανίας καὶ τοσαύτης ἀμηχανίας ἀπήλλακται, ὅτι ἔρωτα ἀνίατον οὐκ ἐρᾷ, ὅτι τοῦ πολέμου καὶ τῆς μάχης ταύτης ἕστηκεν ἐκτός; Ἀλλ' οὐκ ἂν ἔπαθε τοῦτο, φησὶν, οὐδ' ἂν ἠράσθη τοῦ πλείονος, ἀλλ' ἀπέχρησεν ἂν αὐτῷ τῶν παρόντων ἡ ἀπόλαυσις. Μάλιστα μὲν πρᾶγμα λέγεις ἐναντίον, ὡς εἰπεῖν, τῇ φύσει· πλὴν ἀλλὰ καὶ τοῦτο ἔστω, καὶ συγκεχωρήσθω τῷ λόγῳ, μὴ ἂν αὐτὸν ἐθελῆσαι προσθεῖναι τοῖς οὖσι, μηδὲ ὑπὸ τῆς ἐπιθυμίας ἁλῶναι ἐκείνης· ἐγὼ γὰρ αὐτὸν καὶ