13
παραστῆσαι λογισμός; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ πίστεως ἡμῖν δεῖ μόνης, εἰ μέλλοιμεν πείθεσθαι ὅτι σῶμα θνητὸν καὶ ἀνέστη καὶ εἰς ζωὴν ἦλθεν ἀθάνατον, πέρας οὐδὲν οὐδὲ τέλος ἔχουσαν· ὅπερ οὖν καὶ ἀλλαχοῦ σημαίνων ἔλεγεν· «Ὁ Χριστὸς ἐγερθεὶς οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει», ὥστε διπλοῦν τὸ θαῦμα, καὶ τὸ ἀναστῆναι καὶ τὸ οὕτως ἀναστῆναι. ∆ιὰ τοῦτο ἔλεγεν ἐπὶ τῇ πίστει· «... τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ δὲ τὴν ἀνάστασιν οὐ δυνατὸν λογισμοῖς εὑρεῖν, πόλλῳ μᾶλλον τὴν γέννησιν τὴν ἄνω. Περὶ δὲ τούτων διαλεγόμενος ὁ Παῦλος καὶ περὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους λέγων, κἀκεῖνα τῇ τῆς πίστεως ἐπέτρεψε δυνάμει· εἶτα τοῦτον ἅπαντα κινήσας τὸν λόγον, προϊὼν εἶπεν· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Οὐκ εἶπεν· ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι εἰδέναι, ἀλλὰ «κατειληφέναι»· οὔτε παντελῆ ἄγνοιαν, οὔτε παντελῆ γνῶσιν ἐμαρτύρησεν ἑαυτῷ. Τὸ γὰρ εἰπεῖν· «Οὐ λογίζομαι κατειληφέναι» δηλοῦντός ἐστιν ὅτι ἐπὶ τῆς ὁδοῦ τέως ἕστηκε καὶ βαδίζει καὶ πρόεισι περαιτέρω, τοῦ δὲ τέλους πάντως οὐκ ἐπείληπται. Τοῦτο καὶ ἑτέροις παραινεῖ λέγων οὕτως· «Ὅσοι τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Οὐ λογισμός, εἶπε, διδάξει, ἀλλ' ὁ Θεὸς ἀποκαλύψει. Ὁρᾷς ὅτι οὐ περὶ βίου καὶ πολιτείας ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ δογμάτων καὶ πίστεως; Πολιτεία γὰρ καὶ βίος οὐκ ἀποκαλύψεως δεῖται, ἀλλὰ δόγματα καὶ γνῶσις. Καὶ ἑτέρωθι δὲ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· «Εἴ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν.» Οὐκ εἶπεν ἁπλῶς· οὐδὲν ἔγνωκεν, ἀλλὰ «καθὼς δεῖ γνῶναι»· ἔχει μὲν γὰρ γνῶσιν, οὐκ ἀκριβῆ δὲ καὶ ἀπηρτισμένην. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, μηδὲν περὶ τῶν ἄνω διαλεχθῶμεν, ἀλλ' εἰ βούλει κάτω πρὸς τὴν ὁρωμένην κτίσιν τὸν λόγον ἀγάγωμεν. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν; ὅτι μὲν καμάρας εἰκόνα διασῴζει ἴσμεν, καὶ τοῦτο αὐτὸ οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς μαθόντες· καὶ ὅτι πᾶσαν περιλαμβάνει τὴν γῆν, καὶ τοῦτο ἴσμεν, ὁμοίως παρ' ἐκείνης ἀκούσαντες· τίς δὲ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦμεν. Εἰ δέ τις διϊσχυρίζοιτο καὶ φιλονεικοίη, λεγέτω τί τὴν οὐσίαν ἐστὶν ὁ οὐρανός· ἆρα κρύσταλλος πεπηγώς; ἆρα νέφος πεπυκνωμένον; ἆρα ἀὴρ παχύτερος; Ἀλλ' οὐδεὶς ἂν ἔχοι σαφῶς οὐδὲν εἰπεῖν. Ἔτι οὖν ἀποδείξεως, εἰπέ μοι, δεῖσθε πρὸς τὸ μαθεῖν τὴν μανίαν τῶν τὸν Θεὸν εἰδέναι λεγόντων; Τοῦ οὐρανοῦ τοῦ ὁρωμένου καθ' ἡμέραν τὴν φύσιν οὐκ ἔχεις εἰπεῖν, καὶ τοῦ ἀοράτου Θεοῦ μετὰ ἀκριβείας ἐπαγγέλλῃ τὴν οὐσίαν εἰδέναι; Καὶ τίς οὕτως ἀναίσθητος ὡς μὴ τὴν ἐσχάτην τῶν ταῦτα λεγόντων καταγινώσκειν μανίαν; ∆ιὰ δὴ ταῦτα παρακαλῶ πάντας ὑμᾶς καθάπερ τοὺς φρενίτιδι περιπεσόντας νόσῳ καὶ παραπαίοντας κατὰ δύναμιν τὴν ὑμετέραν πειρᾶσθαι θεραπεύειν μετὰ προσηνείας καὶ ἐπιεικείας αὐτοῖς διαλεγομένους· καὶ γὰρ ἐξ ἀπονοίας αὐτοῖς τὸ δόγμα τοῦτο ἐτέχθη, καὶ πολὺ τῆς διανοίας αὐτῶν τὸ φύσημα· τὰ δὲ φλεγμαίνοντα τῶν τραυμάτων οὐδὲ ἐπιβολὴν χειρὸς ἀνέχεται, οὐδὲ ἁφὴν ὑπομένει τραχυτέραν. ∆ιὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψήχουσιν ἕλκη. Ἐπεὶ οὖν καὶ τούτοις ἕλκος ἐστὶν ἐν τῇ ψυχῇ φλεγμαῖνον, ὥσπερ ἁπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πότιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα καταντλοῦντες, πειρώμεθα καταστέλλειν αὐτῶν τὸ φύσημα καὶ τὸν ὄγκον καθαιρεῖν ἅπαντα· κἂν ὑβρίζωσι, κἂν λακτίζωσι, κἂν ἐμπτύωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ καταλείπῃς τὴν ἰατρείαν, ἀγαπητέ. Τοὺς γὰρ ἄνθρωπον παραπλῆγα θεραπεύοντας ἀνάγκη πολλὰ τοιαῦτα ὑπομένειν· ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστασθαι χρή, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα μάλιστα αὐτοὺς ταλανίζειν καὶ δακρύειν χρή, ὅτι τοιοῦτον αὐτῶν τῆς ἀρρωστίας ἐστὶ τὸ εἶδος. Ταῦτα πρὸς τοὺς ἰσχυροτέρους λέγω καὶ ἀνεπηρεάστους καὶ δυναμένους ἐκ τῆς ἐκείνων ὁμιλίας μηδεμίαν παραδέξασθαι βλάβην· ὡς εἴ τις ἀσθενέστερος εἴη, φευγέτω τούτων τὰς συνουσίας, ἀποπηδάτω τοὺς συλλόγους, ὥστε μὴ τὴν τῆς φιλίας ὑπόθεσιν ἀφορμὴν ἀσεβείας γενέσθαι. Οὕτω καὶ Παῦλος ποιεῖ, αὐτὸς μὲν τοῖς