1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

13

τὸν ψαλμὸν τὸν ἑβδομηκοστὸν πρῶτον ὁ ∆αυῒδ συντιθέναι μέλλων ἐπέγραψεν αὐτὸν τῷ Σολομῶντι, καὶ προϊὼν πολλῷ μείζονα τῆς Σολομῶντος ἀξίας, μᾶλλον δὲ καὶ τῆς ἁπάντων ἀνθρώπων φύσεως ᾖδεν. Τὸ γάρ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ καὶ ὅσα τοιαῦτα, οὐδεὶς ἂν οὐδὲ τῶν σφόδρα ἀνοήτων περὶ ἀνθρωπίνης εἴποι λέγεσθαι φύσεως. Καὶ ὁ Ἰακὼβ δέ, ἡνίκα ταῦτα, ἃ μέλλει νῦν ὁ Ἡσαΐας λέγειν, καὶ πλείονα τούτων προανεφώνει· μετὰ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τὸν θάνατον εἶπε καὶ τὴν ἀνάστασιν καὶ τὸν καιρὸν καθ' ὃν ἔμελλε παρέσεσθαι· οὐδὲ ἐκεῖνος ἀπογυμνώσας αὐτὰ τέθεικεν, ἀλλὰ τῷ προσωπείῳ τῆς προσηγορίας τοῦ υἱοῦ κρύψας ἅπερ ἔμελλεν ἐρεῖν, οὕτως αὐτὰ προανεφώνησε, τῷ μὲν δοκεῖν τὰ συμβησόμενα τῷ Ἰούδᾳ προλέγων· καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν <ὁ Χριστὸς> προαναφωνῶν. Οὔτε γὰρ προσδοκία ἐθνῶν Ἰούδας γέγονεν, οὔτε τότε ἔλαμψεν ἡ φυλή, ὅτε ἐξέλιπεν αὐτῶν ἡ πολιτεία· ἀλλὰ ἅπαντα ταῦτα, ὅτε ὁ Χριστὸς παρεγένετο, γέγονεν. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι τοῦτον παρακρουόμενοι τῆς προφητείας τὸν νόμον, μάλιστα μὲν ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων ῥᾳδίως διελεγχθεῖεν, εἴ τις μετὰ ἀκριβείας τὰς προφητείας ἐξαπλώσας καὶ πᾶσαν ῥῆσιν μετὰ τῆς προσηκούσης ἐξετάζων προσοχῆς, ἁρμόζοι τὰ εἰρημένα τοῖς γεγενημένοις. Ὥστε δὲ καὶ ἐκ περιουσίας αὐτῶν ἀπορράψαι τὰ στόματα, οὐκ ἀπὸ τῶν εἰς τὸν Χριστὸν εἰρημένων, ἀλλ' ἀπὸ τῶν εἰς τοὺς αὐτῶν πατριάρχας προφητευθέντων, τοῦτο πειράσομαι ποιῆσαι φανε ρόν, δεικνὺς ὅτι αἱ πολλαὶ τῶν προφητειῶν εἴρηνται μὲν εἰς τοὺς φυλάρχους, ἐξέβησαν δὲ εἰς τοὺς ἐξ ἐκείνων. Καὶ παραδείγματος ἕνεκεν μίαν καὶ δευτέραν εἰπὼν ἱστορίαν, ἅψομαι τῶν προκειμένων. Καὶ γὰρ ὅτε τὸν Συμεὼν καὶ τὸν Λευῒ καλέσας ὁ Ἰακὼβ προαναφωνεῖ τὰ συμβησόμενα αὐτοῖς, οὕτως ἔλεγε· Συμεὼν καὶ Λευῒ ἀδελφοί, καὶ κατηγορήσας αὐτῶν τῆς παρανομίας καὶ τῆς ἀδίκου σφαγῆς τῆς εἰς τοὺς Σικημίτας γεγενημένης, προϊών φησι· ∆ιαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Τοῦτο δὲ ἐπὶ τοῦ Λευῒ καὶ τοῦ Συμεὼν οὐδεὶς ἂν ἴδοι γεγενημένον, ἀλλ' ἐπὶ τῶν φυλῶν τῶν ἐξ αὐτῶν. Καὶ γὰρ ἡ τοῦ Λευῒ φυλὴ διεσπάρη, τὸ δέκατον μέρος αὐτῆς ἑκάστης φυλῆς ἐχούσης· ἥ τε τοῦ Συμεών, ἥτις τὸ αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημμένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκροτημένην. Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός. Ὁ μὲν γὰρ πατὴρ αὐτοῦ προὔλεγεν εὐετηρίαν πολλὴν καὶ διηνεκῆ δεσποτείαν τοῦ Ἠσαῦ· οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; ὅτι ψεῦδος ἡ προφητεία; Ἄπαγε· ἀλλ' ὅτι τοιοῦτον αὐτῆς πολλαχοῦ τὸ ἔθος, τὰ ἐφ' ἑτέρων ἐκβησόμενα ἑτέρων ὑποκειμένων προσώπων λέγειν καὶ ἀποκεχρῆσθαι ὀνόμασιν ἄλλοις ἀνθ' ἑτέρων· ὃ καὶ ἐπὶ τοῦ Χαναὰν γέγονεν. Οὐδὲ γὰρ ὁρῶμεν ἐκεῖνον δουλεύσαντα τοῖς ἀδελφοῖς, οὐ μὴν οὐδὲ τὴν ἀρὰν διαπεσοῦσαν, ἀλλ' ἐπὶ τῶν Γαβαιονιτῶν λαβοῦσαν τὸ τέλος τῶν ἐκ τοῦ Χαναὰν γεγονότων. Καὶ γὰρ ἐν τάξει ἀρᾶς προφητεία τὸ λεγόμενον ἦν.

2.2 Τοσούτων τοίνυν καὶ τοιούτων ὄντων παραδειγμάτων τῶν ἀποδεικνύντων ἡμῖν, ὅτι πολλὰ τῶν εἰρημένων λέγεται μὲν ἐφ' ἑτέρων, ἐκβαίνει δὲ ἐπ' ἄλλων καὶ ὀνόμασιν ἀποκέχρηνται οἱ προφῆται, τί θαυμαστὸν εἰ καὶ νῦν τὸ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ προθεὶς ὄνομα ὁ προφήτης περὶ τῆς Ἐκκλησίας προαναφωνεῖ; Καὶ γὰρ ἐπειδὴ πρὸς ἀγνώμονας ὁ λόγος ἦν αὐτῷ προφήτας ἀναιροῦντας, τὰ βιβλία καίοντας, τὰ θυσιαστήρια κατασκάπτοντας, εἰκότως τὸ κάλυμμα ἔκειτο ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς ∆ιαθήκης, κατὰ τὸν μακάριον