1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

13

ἀπόστολος Παῦλος ἔλεγε· τῶν γὰρ τελείων ἐστὶν ὁ λόγος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ἐν Ἀθήναις ὢν, Παρωξύνετο τὸ πνεῦμα αὐτοῦ· ἐθεώρει γὰρ κατείδωλον τὴν πόλιν οὖσαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, ὁρῶντές τινας καταλιμπάνοντας τὸν νόμον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐν ἀθυμίᾳ γινώμεθα, ἐπειδὴ γέγραπται· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυ τόν· καὶ κατόπιν ἐν τούτῳ τῷ ψαλμῷ εἴρηται· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Παρῴκησε μὲν ὁ μακά ριος ∆αυῒδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, παρὰ τοῖς Ἀλ λοφύλοις· παροικίαν δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλ' ὡς παροικῶν, αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμή νευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· Ἄσματα ἦν μοι τὰ προστάγματά σου ἐν τόπῳ τῆς παροικίας μου. Πάν τες οὖν οἱ ἅγιοι καὶ οἱ κατὰ Θεὸν ζῶντες, ὡς παροικίαν ἔσχον ταύτην τὴν ζωὴν, κατοικίαν ἔχοντες τὴν μέλλου σαν. Ψαλτὰ οὖν αὐτοῖς εἰσι τὰ δικαιώματα τοῦ Θεοῦ ἐν τῷδε τῷ βίῳ. Εἰς τοῦτο γὰρ καὶ ἔκτισται ἄνθρωπος, ἵνα αἰνῇ καὶ δοξάζῃ τὸν Θεόν. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου, Οὐ μόνον γὰρ διημερεύων τοῦτο πεποίηκα, ἀλλὰ καὶ ἐν νυκτὶ, ὅτε ἡ ἀνάπαυσίς ἐστι τοῦ σώματος, καὶ πρὸς φαν τασίας ἀνυπάρκτους ὀνειροπολεῖ, καὶ λογισμοὶ ἀηδεῖς ἀνατυποῦνται· οὐ δέδωκα χώραν τούτοις, ἀλλ' ἐμιμνη σκόμην τοῦ ὀνόματός σου. ∆ιὸ Καὶ ἐφύλαξα τὸν νόμον σου. Καὶ ὁ τῶν ἁγίων δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμε νος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνο μάζεσθαι· ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα καὶ παρα θαῤῥύνουσα καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Τίς, Αὕτη; Ἡ νυκτερινὴ μελέτη. Οὕτω γὰρ, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προ ελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν, ἐπειδὴ τὰ δικαιώματά σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος. Οὐκοῦν, ἀδελφοὶ, διδασκώμεθα διανυ κτερεύειν ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ. Μερίς μου εἶ, Κύριε· εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευὶ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος. Οὕτω καὶ ἐν τῷ πεντεκαιδεκάτῳ ἔφη ψαλμῷ· 55.687 Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτη ρίου μου. Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν ἄλλων ἁπάντων ὑπεριδὼν, σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ πλοῦτον. ∆ιὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό μους. Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι. Εἶπε γὰρ ὁ Κύριος· Οὐ δύ νασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι, ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ' ὄψιν παριστάμεθα. Ἐδεήθην γὰρ τοῦ προσώπου σου. Ἢ καὶ πρόσωπον ὁ Υἱὸς τοῦ Πατρὸς, καθὼς ὁ θεῖος ἀπόστολος ἔφη· Ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· καὶ δι' αὐτοῦ ἀναφέ ρομεν Θυσίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα τρείαν ἡμῶν. Πανταχοῦ δὲ τὸ, Ἐν ὅλῃ καρδίᾳ, ὁ ∆αυῒδ προστίθησι τῷ νόμῳ, καὶ ἐν τούτῳ πειθόμενος προσκεῖ σθαι Θεῷ, διδάσκων ἡμᾶς τὸ ἀγαπᾷν αὐτὸν ἐν ὅλῃ καρ δία. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐλέησόν με κατὰ τὸ λόγιόν σου, ἕτερον οὐδέν ἐστιν ἢ, ὅτι ἐν