1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

οὐκέτι· Ἀνίλεως γὰρ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον. Καλὸν τὸ πρᾶγμα ἔλεος· τί οὖν ἐποίησας ἑτέρῳ; Βούλει συγγνωσθῆναι πλημμελῶν, τί οὖν αὐτὸς οὐ συνέγνως τῷ πεπλημμεληκότι; ἀλλὰ προσέρχῃ μὲν τῷ Θεῷ βασιλείαν οὐρανῶν αἰτῶν, αὐτὸς δὲ ἀργύριον αἰτηθεὶς οὐκ ἔδωκας ∆ιὰ τοῦτο οὐκ ἐλεούμεθα, ἐπειδὴ οὐκ ἐλεοῦμεν. ∆ιὰ τί, φησί; καὶ μὴν τοῦτο ἐλέους ἐστὶ, τὸ τοὺς ἀνελεήμονας ἐλεεῖν. Ὁ γὰρ, τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ μυρία τῷ πλησίον ἐνδεικνύμενον κακὰ φιλανθρωπευσάμενος, πῶς ἂν ἐλεήμων εἴη; Τί οὖν, φησί; τὸ λουτρὸν οὐχὶ μυρία ἡμᾶς ἐργασαμένους κακὰ ἔσωσεν; Ἀπήλλαξεν ἐκείνων, οὐχ ἵνα πάλιν αὐτὰ πράττωμεν, ἀλλ' ἵνα μὴ πράττωμεν. Εἰ γὰρ ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί οὖν; ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον; Μὴ γένοιτο. ∆ιὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα μη 62.717 κέτι παλινδρομήσῃς πρὸς τὴν ἀτιμίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα.

Πῶς οὖν ἡ φιλανθρωπία τοῦ Θεοῦ, φησὶν, εἴ γε μὴ μέλλοι σώζειν τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν' οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε τήμερον τὸν λόγον τοῦτον κινήσωμεν. ∆ιελέχθην περὶ γεέννης πρὸς ὑμᾶς πρώην, καὶ ἀνεβαλόμην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον· σήμερον οὖν αὐτὸν ἀποδοῦναι καλόν. Ὅτι μὲν οὖν ἔσται γέεννα, ἱκανῶς, ὡς ἐμαυτῷ δοκῶ, τάχα ἀπεδείξαμεν, τὸν κατακλυσμὸν εἰς μέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτι οὐχ οἷόν τε τὸν ἐκεῖνα ποιήσαντα ἀτιμωρήτους ἐᾶσαι τοὺς νῦν. Εἰ γὰρ τοὺς πρὸ τοῦ νόμου ἁμαρτόντας οὕτως ἐκόλασε, τοὺς μείζονα κακὰ ἐργασαμένους μετὰ τὴν χάριν ἀτιμωρήτους οὐκ ἀφήσει. Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει; καὶ ἀνεβαλόμεθα τὸν λόγον, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὰς ἀκοὰς τὰς ὑμετέρας.

Φέρε, τήμερον ἀποδῶμεν τὸ χρέος, καὶ δείξωμεν, πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων. Καὶ γὰρ καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν ὁ λόγος οὗτος ἁρμόσειεν ἄν· ὥστε μετὰ σπουδῆς προσέχωμεν· Οὐδενὸς δεόμενος ὁ Θεὸς τῶν παρ' ἡμῶν, ἐποίησεν ἡμᾶς. Ὅτι δὲ οὐδενὸς ἐδεῖτο, ἐδήλωσεν ἐκ τοῦ μετὰ ταῦτα ποιῆσαι. Εἰ γὰρ ἐδεῖτο, πάλαι ἂν ἐποίησεν· εἰ δὲ καὶ χωρὶς ἡμῶν ἦν αὐτὸς, ἡμεῖς δὲ ἐν ὑστέροις χρόνοις γεγόναμεν, οὐ δεόμενος ἡμῶν ἐποίησεν ἡμᾶς. Ἐποίησεν οὐρανὸν, γῆν, θάλατταν, πάντα τὰ ὄντα δι' ἡμᾶς. Ταῦτα οὐκ ἀγαθότητος, εἰπέ μοι; Καὶ πολλὰ ἄν τις ἔχοι λέγειν· ἀλλ' ἵνα συντέμωμεν τὸν λόγον, Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Τοῦτο οὐκ ἀγαθότητος; Οὒ, φησί. Καὶ γάρ ποτε πρός τινα Μαρκιωνιστὴν ἔλεγον, Ἆρα οὐκ ἀγαθότητος ταῦτα; καὶ ἔφησεν, Εἰ μὴ τὸν λόγον ἀπῄτει τῶν ἁμαρτημάτων, ἀγαθότητος ἦν· εἰ δὲ ἀπαιτεῖ, οὐκ ἀγαθότητος. Ἀλλ' ἐκεῖνος μὲν οὐ πάρεστι νῦν. Φέρε δὲ τὰ τότε λεχθέντα εἴπωμεν, καὶ πλείονα τούτων. Ἐγὼ γὰρ δείκνυμι ἐκ περιουσίας, ὅτι εἰ μὴ ἀπῄτει λόγον, οὐκ ἀγαθός· ἐπειδὴ δὲ ἀπαιτεῖ διὰ τοῦτο ἀγαθός. Εἰπὲ γάρ μοι, εἰ μὴ ἀπήτει λόγον ἡμᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος; ἆρα οὐκ ἂν εἰς θηρία ἐξεπέσομεν; Εἰ γὰρ, ἐπικειμένου φόβου καὶ εὐθυνῶν καὶ δικαστηρίων, τοὺς ἰχθῦς παρηλάσα 62.718 μεν ἀλλήλους κατεσθίοντες, τοὺς λέοντας καὶ τοὺς λύκους ἀπεκρύψαμεν τὰ ἀλλήλων ἁρπάζοντες· εἰ μὴ λόγον ἡμᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσμεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη ὁ βίος; τίς ἦν ὁ μυθευόμενος λαβύρινθος λοιπὸν πρὸς τὴν ἀταξίαν τὴν κοσμικήν; οὐκ ἂν εἶδες μυρίας ἀτοπίας καὶ ἀταξίας; τίς γὰρ ἂν ᾐδέσθη πατέρα λοιπόν; τίς δὲ ἂν