1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

13

Τάδε μυρία κακὰ αὐτοὶ ἔχουσιν. Ὅταν δὲ καὶ ψεύδωνται προχείρως, καὶ δολεροὶ ὦσι καὶ γαστρίμαργοι καὶ ἀργοὶ, σφοδροῦ καὶ πληκτικοῦ τοῦ λόγου δεῖ· προσηνείᾳ γὰρ οὐκ ἂν ἀχθείη ὁ τοιοῦτος. Ἔλεγχε οὖν αὐτούς. Ἐνταῦθα οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους. Ἀποτόμως. Βαθυτέραν, φησὶ, δίδου τὴν πληγήν. Οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως, καὶ πρὸς τὰ ὑποκείμενα. Οὐδαμοῦ παρακαλεῖ ἐνταῦθα. Ὥσπερ γὰρ ὁ τὸν ἐπιεικῆ καὶ εὐγενῆ πλήττων ἀναιρεῖ καὶ ἀπόλλυσιν· οὕτως ὁ τὸν δεόμενον σφοδρότητος κολακεύων διαφθείρει καὶ οὐκ 62.679 ἀφίησι διαναστῆναι. Ἵνα ὑγιαίνωσι, φησὶν, ἐν τῇ πίστει. Ἄρα τοῦτο ὑγεία, τὸ μηδὲν νόθον μηδὲ ἀλλότριον ἐπεισάγειν. Εἰ δὲ οἱ βρώματα παρατηροῦντες οὐχ ὑγιαίνουσιν, ἀλλὰ νοσοῦσι καὶ ἀσθενοῦσι (Τοὺς γὰρ ἀσθενοῦντας, φησὶ, τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν)· τί ἂν εἴποι τις περὶ τῶν τὰ αὐτὰ νηστευόντων αὐτοῖς, περὶ τῶν σαββατιζόντων, περὶ τῶν εἰς τόπους ἀπερχομένων ἐκείνοις ἀφιερωμένους; τὸν ἐν ∆άφνῃ λέγω, τὸ τῆς Ματρώνης λεγόμενον σπήλαιον, τὸν ἐν Κιλικίᾳ τόπον τὸν τοῦ Κρόνου λεγόμενον. Πῶς δὲ οὗτοι ὑγιαίνουσι; ∆ιὸ χρὴ σφοδροτέρας αὐτοῖς τῆς πληγῆς. ∆ιὰ τί οὖν ἐπὶ Ῥωμαίων τὸ αὐτὸ οὐ ποιεῖ; Ὅτιοὐ τοιαῦτα τὰ ἤθη ἐκείνων, ἀλλ' εὐγενέστεροι ἐτύγχανον. Μὴ προσέχοντες, φησὶν, Ἰουδαϊκοῖς μύθοις. ∆ιπλῇ μῦθος τὰ Ἰουδαϊκὰ, καὶ ὅτι παραποίησις, καὶ ὅτι παρὰ καιρὸν τὸ πρᾶγμα· λοιπὸν γὰρ μῦθος γίνεται. Ὅταν γὰρ μὴ δεῖ αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν, ὥσπερ ἄχρηστόν ἐστιν. Ὥσπερ οὖν ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· οὐ γάρ ἐστιν ὑγιαίνειν. Εἰ γὰρ πιστεύεις τῇ πίστει, τί ἕτερα ἐπεισάγεις, ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι; τί καταδουλοῖς ἑαυτὸν καὶ ὑποβάλλεις τῷ νόμῳ; οὐ θαῤῥεῖς τῷ πράγματι; Τοῦτο νοσοῦντός ἐστι καὶ ἀπιστοῦντος· πιστῆς γὰρ διανοίας μὴ ἀμφιβάλλειν· ἀμφιβάλλει δὲ ὁ τοιοῦτος. Πάντα μὲν, φησὶ, καθαρὰ τοῖς καθαροῖς. Ὁρᾷς ὅτι πρός τί ἐστι τὸ εἰρημένον; Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρόν. γʹ. Οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. Ἀλλὰ μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Οὐκοῦν καὶ ὁ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται; Οὐ τῇ φύσει ἀκάθαρτον ἦν· πάντα γὰρ καθαρά· ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωμάτων· ἀλλ' ἐπετέτραπτο, καὶ καθαρὸν εἶναι ἐδόκει. Πάλιν οὐδὲν ὄρνιθος ἀκαθαρτότερον· σκώληκας γὰρ ἐσθίει· οὐδὲν ἐλάφου· καὶ γὰρ καὶ παρὰ τοῦτό φασιν αὐτὸν καλεῖσθαι ἔλαφον διὰ τὸ ὄφεις ἐσθίειν· ἀλλὰ πάντα ταῦτα ἠσθίετο. Τίνος οὖν ἕνεκεν τὸν ὗν καὶ ἕτερά τινα τοιαῦτα ἀπηγόρευσεν; Οὐχ ὡς ἀκάθαρτα, ἀλλὰ τὸ πλέον τῆς τρυφῆς περικόπτων. Ἀλλ' εἰ μὲν τοῦτο εἶπεν, οὐκ ἂν ἔπεισε· νῦν δὲ τῷ φόβῳ τῆς ἀκαθαρσίας αὐτοὺς κατέσχε. Τί γὰρ, εἰπέ μοι, οἴνου ἀκαθαρτότερον, εἰ ταῦτα ἐξετάζειν χρή; τί δὲ ὕδατος, εἰπέ μοι, ᾧ μάλιστα ἐκαθαίροντο; νεκρῶν οὐχ ἥπτοντο, καὶ νεκρῷ καθηγνίζοντο· τὸ γὰρ σφαζόμενον 62.680 νεκρὸν, καὶ τούτῳ ἐκαθαίροντο. Οὕτω παίδων ἦν ἡ διδασκαλία. Σκόπει δέ· Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει; ὥσπερ γὰρ ἀπὸ τῆς γῆς ἕλκει ἡ ἄμπελος τὴν νοτίδα, οὕτω καὶ ἀπὸ τῆς κόπρου τῆς παρακειμένης. Καὶ ὅλως, εἰ βουλοίμεθα ἀκριβολογεῖσθαι, πάντα ἀκάθαρτα. Ἀλλ' οὐδὲν, εἰ βουλοίμεθα μὴ ἀκριβολογεῖσθαι, ἀκάθαρτον, ἀλλὰ πάντα καθαρά· οὐδὲν ὁ Θεὸς ἀκάθαρτον ἐποίησεν· οὐδὲν γὰρ ἀκάθαρτον, εἰ μὴ ἡ ἁμαρτία μόνη· ψυχῆς γὰρ ἅπτεται, καὶ ταύτην ῥυποῖ. Τοῦτο δὲ πρόληψίς ἐστιν ἀνθρωπίνη. Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Πῶς γὰρ ἐν τοῖς καθαροῖς